Ancient Greek
8.18 to 8.29
Septuaginta, Esdrae II (Ezra, Nehemia in textu Masoretico) 8.18-29
Not analysed yet
καὶ ἤλθοσαν ἡμῖν, ὡς χεὶρ θεοῦ ἡμῶν ἀγαθὴ ἐφʼ ἡμᾶς, ἀνὴρ σαχὼχ ἀπὸ υἱῶν Μοολεὶ υἱοῦ Λευεὶ υἱοῦ Ἰσραήλ· καὶ ἀρχὴν ἤλθοσαν υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ ὀκτὼ καὶ δέκα· καὶ τὸν Ἁσεβειὰ καὶ τὸν Ὠσαίαν ἀπὸ υἱῶν Μεραρεί, ἀδελφοὶ αὐτοῦ καὶ υἱοὶ αὐτῶν εἴκοσι· καὶ ἀπὸ τῶν Ναθεινεὶμ ὧν ἔδωκεν Δαυεὶδ καὶ οἱ ἄρχοντες εἰς δουλείαν τῶν Λευειτῶν, Ναθεινεὶμ δια- κόσιοι καὶ εἵκοσι· πάντες συνήχθησαν ἐν ὀνόμασιν. καὶ ἐκάλεσα ἐκεῖ νηστείαν ἐπὶ τὸν ποταμὸν Θουὲ τοῦ ταπεινωθῆναι ἐνώπιον θεοῦ ἡμών, ζητῆσαι παρʼ αὐτοῦ ὁδὸν εὐθεῖαν ἡμῖν καὶ τοῖς τέκνοις ἡμῶν καὶ πάσῃ τῇ κτήσει ἡμῶν. ὅτι ᾐσχύνθην αἰτήσασθαι παρὰ τοῦ βασιλέως δύναμιν καὶ ἱππεῖς σῶσαι ἡμᾶς ἀπὸ ἐχθροῦ ἐν τῇ ὁδῷ, ὅτι εἴπαμεν τῷ βασιλεῖ λέγοντες Χεὶρ θεοῦ ἡμῶν ἐπὶ πάντας τοὺς ζητοῦντας αὐτὸν εἰς ἀγαθόν, καὶ κράτος αὐτοῦ καὶ θυμὸς αὐτοῦ ἐπὶ πάντας ἐνκαταλείποντας αὐτόν. καὶ ἐνηστεύσαμεν καὶ ἐζητήσαμεν παρὰ τοῦ θεοῦ ἡμῶν περὶ τούτου, καὶ ἐπήκουσεν ἡμῖν. καὶ διέστειλα ἀπὸ ἀρχόντων τῶν ἱερέων δώδεκα, τῷ Σαραιά, Ἁσαβιά, καὶ μετʼ αὐτῶν ἀπὸ ἀδελφῶν αὐτῶν δώδεκα. καὶ ἔστησα αὐτοῖς τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη ἀπαρχῆς οἴκου θεοῦ ἡμῶν, ἃ ὕψωσεν ὁ βασιλεὺς καὶ οἱ σύμβουλοι αὐτοῦ καὶ οἱ ἄρχοντες αὐτοῦ καὶ πᾶς Ἰσραὴλ οἱ εὑρισκόμενοι. καὶ ἔστησα ἐπὶ χεῖρας αὐτῶν ἀργυρίου τάλαντα ἑξακόσια καὶ πεντήκοντα, καὶ σκεύη ἀργυρᾶ ἑκατόν, καὶ τάλαντα χρυσίου ἑκατόν· καὶ καφουδὴθ χρυσοῖ εἴκοσι εἰς τὴυ ὁδὸν χαμανεὶμ χίλιοι, καὶ σκεύη χαλκοῦ στίλβοντος ἀγαθοῦ διάφορα, ἐπιθυμητὰ ἐν χρυσίῳ. καὶ εἶπα πρὸς αὐτούς Ὑμεῖς ἅγιοι τῷ κυρίῳ, καὶ τὰ σκεύη ἅγια καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον ἑκούσια τῷ κυρίῳ θεῷ πατέρων ἡμῶν· ἀγρυπνεῖτε καὶ τηρεῖτε, ἕως στῆτε ἐνώπιον ἀρχόντων τῶν ἱερέων καὶ τῶν Λευειτῶν καὶ τῶν ἀρχόντων τῶν πατριῶν ἐν Ἰερουσαλήμ, εἰς σκηνὰς οἴκου Κυρίου.