Ancient Greek
30.1 to 30.14
Septuaginta, Isaias 30.1-14
Not analysed yet
ὐαὶ τέκνα ἀποστάται, τάδε λέγει Κύριος· ἐποιήσατε βουλὴν καὶ οὐ δι’ ἐμοῦ, καὶ συνθήκας οὐ διὰ τοῦ πνεύματός μου, προσθεῖναι ἁμαρτίας ἐφ’ ἁμαρτίαις· οἱ πορευόμενοι καταβῆναι εἰς Αἴγυπτον, ἐμὲ δὲ οὐκ ἐπηρώτησαν, τοῦ βοηθηθῆναι ὑπὸ Φαραὼ καὶ σκεπασθῆναι ὑπὸ Αἰγυπτίων. ἔσται γὰρ ὑμῖν ἡ σκέπη Φαραὼ εἷς αἰσχύνην, καὶ τοῖς πεποιθόσιν ἐπ’ Αἴγυπτον ὄνειδος. ὅτι εἰσὶν ἐν Τάνει ἀρχηγοὶ ἄγγελοι πονηροί· μάτην κοπιάσουσιν πρὸς λαὸν ὃς οὐκ ὠφελήσει αὐτοὺς οὔτε εἰς βοήθειαν οὔτε εἷς ὠφέλειαν, ἀλλὰ εἷς αἰσχύνην καὶ ὄνειδος. Ἡ ὅρασις τῶν τετραπόδων τῶν ἐν τῇ ἐρήμῳ. Ἐν τῇ θλίψει καὶ ἐν τῇ στενοχωρίᾳ λέων καὶ σκύμνος λέοντος, ἐκεῖθεν καὶ ἀσπίδες καὶ ἔκγονα ἀσπίδων πετομένων, οἳ ἔφερον ἐπ’ ὄνων καὶ καμήλων τὸν πλοῦτον αὐτῶν πρὸς. ἔθνος ὃ οὐκ ὠφελήσει αὐτοὺς εἷς βοήθειαν ἀλλὰ εἰς αἰσχύνην καὶ ὄνειδος]. Αἰγύπτιοi μάταια καὶ κενὰ ὠφελήσουσιν ὑμᾶς· ἀπάγγειλον αὐτοῖς ὅτι ματαία ἡ παράκλησις ὑμῶν αὕτη. νῦν οὖν καθίσας γράψον ἐπὶ πυξίου ταῦτα καὶ εἷς βιβλίον, ὅτι ἔσται εἷς ἡμέρας καιρῶν ταῦτα καὶ εἷς τὸν αἰῶνα. ὅτι λαὸς ἀπειθής ἐστιν, υἱοὶ ψευδεῖς οἳ οὐκ ἠβούλοντο ἀκούειν τὸν νόμον τοῦ θεοῦ, οἱ λέγοντες τοῖς προφήταις Μὴ ἀναγγέλλετε ἡμῖν, καὶ τοῖς τὸ. ὁράματα ὁρῶσιν Μὴ λαλεῖτε ἡμῖν, ἀλλὰ ἡμῖν λαλεῖτε καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν, καὶ ἀποστρέψατε ἡμᾶς ἀπὸ τῆς ὁδοῦ ταύτης· ἀφέλετε ἀφ’ ἡμῶν τὸν τρίβον τοῦτον, καὶ ἀφέλετε ἀφ’ ἡμῶν τὸ λόγιον τοῦ Ἰσραήλ. διὰ τοῦτο οὕτως λέγει Κύριος ὃ ἅγιος τοῦ Ἰσραήλ Ὅτι ἠπειθήσατε τοῖς λόγοις τούτοις καὶ ἠλπίσατε ἐπὶ ψεύδει, καὶ ὅτι ἐγόγγυσας καὶ πεποιθὼς ἐγένου ἐπὶ τῷ λόγῳ τούτῳ, διὰ. τοῦτο ἔσται ὑμῖν ἡ ἁμαρτία αὕτη ὡς τεῖχος πίπτον παραχρῆμα πόλεως ἑαλωκυίας, ἧς παραχρῆμα πάρεστιν τὸ πτῶμα· καὶ τὸ πτῶμα αὐτῆς ἔσται ὡς σύντριμμα ἀγγίου ὀστρακίνου, ἐκ κεραμίου λεπτόν, ὥστε μὴ εὑρεῖν ἐν αὐτοῖς ὄστρακον ἐν ᾧ πῦρ ἀρεῖς, καὶ ἐν ᾦ ἀποσυρεῖς ὕδωρ μικρόν.