Ancient Greek
30.15 to 30.25
Septuaginta, Isaias 30.15-25
Not analysed yet
οὕτως λέγει Κύριος ὃ ἅγιος Ἰσραήλ Ὅταν ἀποστραφεὶς στενάξῃς, τότε σωθήσῃ καὶ γνώσῃ ποῦ ἦσθα· ὅτε ἐπεποίθεις ἐπὶ τοῖς ματαίοις, ματαία ἡ ἰσχὺς ὑμῶν ἐγενήθη. καὶ οὐκ ἐβούλεσθε ἀκούειν, ἀλλὰ εἴπατε Ἐφ’ ἵπποις φευξόμεθα· διὰ τοῦτο φεύξεσθε· καὶ εἴπατε Ἐπὶ κούφοις ἀναβάται ἐσόμεθα· διὸ, τοῦτο κοῦφοι ἔσονται οἱ διώκοντες ὑμᾶς. καὶ διὰ φωνὴν ἐνὸς φεύξονται χίλιοι, καὶ διὰ φωνὴν πέντε φεύξονται πολλοί, ἕως ἄν καταλειφθῆτε ὡς ἱστὸς ἐπ’ ὅρους, καὶ ὡς σημαίαν φέρων ἐπὶ βουνοῦ. καὶ πάλιν μενεῖ ὃ θεὸς τοῦ οἱκτεικριτὴς ρῆσαι ὑμᾶς, καὶ διὰ τοῦτο ὑψωθήσεται τοῦ ἐλεῆσαι ὑμᾶς, διότι Κύριος ὃ θεὸς ἡμῶν ἐστιν· μακάριοι πάντες οἱ ἐμμένοντες ἐν αὐτῷ. Διότι λαὸς ἅγιος ἐν Σιὼν οἰκήσει· καὶ Ἰερουσαλὴμ κλαυθμῷ ἔκλαυσεν Ἐλέησόν με· καὶ ἐλεήσει τὴν φωνὴν τῆς κραυγῆς σου· ἡνίκα εἶδεν, ἐπήκουσέν σου. καὶ δώσει Κύριος ὑμῖν ἄρτον θλίψεως καὶ ὕδωρ στενόν, καὶ οὐκέτι οὐ μὴ ἐγγίσωσίν σοι οἱ πλανῶντές σε· ὅτι οἶ ὀφθαλμοί σου ὄψονται τοὺς πλανῶντάς σε, καὶ τὰ ὦτά σου ἀκούσονται τοὺς λόγους τῶν ὀπίσω σε πλανησάντων, οἱ λήγοντες Αὕτη ἡ ὁδός, πορευθῶμεν ἐν αὐτῇ εἴτε δεξιὰ εἴτε ἀριστερά. καὶ ἐξαρεῖς τὰ εἴδωλα τὸ. περιηργυρωμένα καὶ τὰ περικεχρυσωμένα, λεπτὰ ποιήσεις, καὶ λικμήσεις ὡς ὕδωρ ἀποκαθημένης, καὶ ὡς κόπρον ὤσεις αὐτά. τότε ἔσται ὃ ὑετὸς τῷ σπέρματι τῆς γῆς σου, καὶ ὁ ἄρτος τοῦ γενήματος τῆς γῆς σου ἔσται πλησμονὴ καὶ λιπαρός· καὶ βοσκηθήσεταί σου τὸ. κτήνη Τῆ ἡμέρᾳ. ἐκείνῃ τόπον πίονα καὶ εὐρύχωρον, οἱ ταῦροι ὑμῶν καὶ οἶ βόες οἶ ἐργαζόμενοι τὴν γῆν φάγονται ἄχυρα ἀναπεποιημένα ἐν κριθῇ λελικμημένα. καὶ ἔσται ἐπὶ παντὸς ὄρους ὑψηλοῦ καὶ ἐπὶ παντὸς βουνοῦ μετεώρου ὕδωρ διαπορευόμενον ἐν τῇ ἡμέρᾳ. ἐκείνῃ, ὅταν ἀπόλωνται πολλοί, καὶ ὅταν πέσωσιν πύργοι.