Ancient Greek
36.1 to 36.13
Septuaginta, Isaias 36.1-13
Not analysed yet
Καὶ ἐγένετο τοῦ τεσσαρεσκαιδεκάτου ἔτους βασιλεύοντος Ἑζεκίου ἀνέβη Σενναχηρεὶμ βασιλεὺς Ἀσσυρίων ἐπὶ τὰς πόλεις τῆς Ἰουδαίας τὰς ὀχυρὰς καὶ συνέλαβεν αὐτάς. καὶ ἀπέστειλεν βασιλεὺς Ἀσσυρίων Ῥαψάκην ἐκ Λαχεὶς εἷς Ἰερουσαλὴμ πρὸς τὸν βασιλέα Ἐζεκίαν μετὰ δυνάμεως πολλῆς, καὶ ἔστη ἐν τῷ ὑδραγωγῷ τῆς κολυμβήθρας τῆς ἅνω, ἐν τῇ ὁδῷ τοῦ ἀγροῦ τοῦ γναφέως. καὶ ἐξῆλθεν πρὸς αὐτὸν Ἐλιακεὶμ ὃ τοῦ Χελκίου οἰκονόμος καὶ Σόμνας ὁ γραμματεὺς καὶ Ἰωὰχ ὁ τοῦ Ἀσὰφ ὁ ὑπομνηματογράφος. καὶ εἶπεν αὐτοῖς Ῥαψάκης Εἴπατε Τάδε λέγει ὁ βασιλεὺς ὁ μέγας βασιλεὺς Ἀσσυρίων Τί πεποιθὼς εἶ μὴ ἐν βουλῇ ἢ ἐν λόγοις χειλέων παράταξις γίνεται; καὶ νῦν ἐπὶ τίνι πέποιθας ὅτι ἀπειθεῖς μοι ; ἰδοὺ πεποιθὼς εἶ ἐπὶ τὴν ῥάβδον τὴν καλαμίνην τὴν τεθλασμένην ταύτην, ἐπ’ Αἴγυπτον· ὃς ἂν ἐπιστηριχθῇ ἐπ’ αὑτήν, εἰσελεύσεται εἰς τὴν χεῖρα αὐτοῦ· οὕτως ἐστὶν Φαραὼ βασιλεὺς Αἰγύπτου καὶ πάντες οἱ πεποιθότες ἐπ’ αὐτῷ. εἰ δὲ λέγετε Ἐπὶ Κύριον τὸν θεὸν ἡμῶν πεποίθαμεν, νῦν μίχθητε τῷ κυρίῳ μου βασιλεῖ Ἀσσυρίων, καὶ δώσω ὑμῖν δισχιλίαν ἵππον, εἰ δυνήσεσθε δοῦναι ἀναβάτας ἐπ’ αὐτούς. καὶ πῶς δύνασθε ἀποστρέψαι τὸ πρόσωπον τοπάρχου ἑνός ; οἰκέται εἰσὶν οἱ πεποιθότες ἐπ’ Αἰγυπτίοις, εἰς ἵππον καὶ ἀναβάτην. καὶ νῦν μὴ ἄνευ Κυρίου ἀνέβημεν ἐπὶ τὴν χώραν ταύτην πολεμῆσαι Καὶ αὐτήν ; καὶ εἶπεν πρὸς αὑτὸν Ἐλιακεὶμ καὶ Σόμνας ὃ γραμματεὺς καὶ Ἰωάχ Λάλησον πρὸς τοὺς παῖδάς σου Συριστί, ἀκούομεν γὰρ ἡμεῖς, καὶ μὴ λάλει πρὸς ἡμᾶς Ἰουδαιστί· καὶ ἶνα τί λαλεῖς εἰς τὰ ὦτα τῶν ἀνδρῶν τῶν καθημένων ἐπὶ τῷ τείχει ; καὶ εἶπεν πρὸς αὐτοὺς Ῥαψάκης Μὴ πρὸς τὸν κύριον ὑμῶν ἢ πρὸς ὑμᾶς ἀπέσταλκέν με ὁ κύριός μου λαλῆσαι τοὺς λόγους τούτους ; οὐχὶ πρὸς τοὺς ἄνδρας τοὺς καθημένους ἐπὶ τῷ τείχει, ἵνα φάγωσιν κόπρον καὶ πίωσιν οὖρον μεθ’ ὑμῶν ἅμα; καὶ ἔστη Ῥαψάκης, καὶ ἐβόησεν φωνῇ μεγάλῃ Ἰουδαιστὶ καὶ εἶπεν Ἀκούσατε τοὺς λόγους τοῦ βασιλέως τοῦ μεγάλου βασιλέως Ἀσσυρίων