Ancient Greek
36.14 to 36.22
Septuaginta, Isaias 36.14-22
Not analysed yet
Τάδε λέγει ὁ βασιλεὺς Μὴ ὑμᾶς ἀπατάτω Ἑζεκίας λόγοις, οἶ οὐ μὴ δυνήσονται ῥύσασθαι ὑμᾶς· καὶ μὴ λεγέτω ὑμῖν Ἑζεκίας ὅτι Ῥύσεται ὑμᾶς ὁ θεός, καὶ οὔ μὴ παραδοθῇ ἡ πόλις αὕτη ἐν χειρὶ βασιλέως Ἀσσυρίων μὴ ἀκούετε Ἑζεκίου· τάδε λέγει ὃ βασιλεὺς Ἀσσυρίων Εἰ βούλεσθε εὐλογηθῆναι, ἐκπορεύεσθε πρὸς μέ, καὶ φάγεσθε ἕκαστος τὴν ἄμπελον αὐτοῦ καὶ τὰς συκᾶς, καὶ πίεσθε ὕδωρ τοῦ λάκκου ὑμῶν, ἔως ἂν ἔλθω καὶ λάβω ὑμᾶς εἷς γῆν ὡς ἦ γῆ ὑμῶν, γῆ σίτου καὶ οἴνου καὶ ἄρτων καὶ ἀμπελώνων. μὴ ὑμᾶς ἀπατάτω Ἑζεκίας λέγων Ὁ θεὸς ὑμῶν ῥύσεται ὑμᾶς. μὴ ἐρρύσαντο οἱ θεοὶ τῶν ἐθνῶν ἕκαστος τὴν ἑαυτοῦ χώραν ἐκ χειρὸς βασιλέως Ἀσσυρίων; ποῦ ἐστιν ὁ θεὸς Αἱμὰρ καὶ Ἀρφάθ ; καὶ ὃ θεὸς τῆς πόλεως Σεπφαρείμ ; μὴ ἐδύναντο ῥύσασθαι. Σαμάρειαν ἐκ χειρός μου; τίς τῶν θεῶν πάντων τῶν ἐθνῶν τούτων ἐρρύσατο τὴν γῆν αὐτοῦ ἐκ τῆς χειρός μου, ὅτι ῥύσεται ὃ θεὸς τὴν Ἰερουσαλὴμ ἐκ χειρός μου ; καὶ ἐσιώπησαν, καὶ οὐδεὶς ἀπεκρίθη αὐτῷ λόγον, διὰ τὸ προστάξαι τὸν βασιλέα μηδένα ἀποκριθῆναι. καὶ εἰσῆλθεν εἰσῆλθεν ὁ τοῦ Χελκιίου ὁ οἰκονόμος καὶ Σόμνας ὁ γραμματεὺς τῆς δυνάμεως καὶ Ἰωάχ ὁ τοῦ Ασὰφ ὁ ὑπομνηματογράφος πρὸς Ἐζεκίαν ἐσχισμένοι τοὺς χιτῶνας καὶ ἀπήγγειλαν αὐτῷ τοὺς λόγους Ραψακου.