Ancient Greek
37.29 to 37.38
Septuaginta, Isaias 37.29-38
Not analysed yet
ὁ δὲ θυμός σου ὃν ἐθυμώθης καὶ ἡ πικρία σου ἀνέβη πρὸς μέ, καὶ ἐμβαλῶ φιμὸν εἰς τὴν ῥῖνά σου καὶ χαλινὸν εἰς τὰ χείλη σου, καὶ ἀποστρέψω σε τῇ ὁδῷ ᾗ ἦλθες ἐν αὐτῇ. τοῦτο δέ σοι τὸ σημεῖον· φάγε τοῦτον τὸν ἐνιαυτὸν ἅ ἔσπαρκας, καὶ τῷ ἐνιαυτῷ τῷ δευτέρῳ τὸ κατάλειμμα, τῷ δὲ τρίτῳ σπείραντες ἀμήσατε καὶ φυτεύσατε ἀμπελῶνας, καὶ φάγεσθε τὸν καρπὸν αὐτῶν. καὶ ἔσονται οἱ καταλελειμμένοι ἐν τῇ Ἰουδαίᾳ, φυήσουσιν ῥίζαν κάτω καὶ ποιήσουσιν σπέρμα ἄνω. ὄτι ἐξ Ἰερουσαλὴμ ἐξελεύσονται οἱ καταλελειμμένοι, καὶ οἱ σωζόμενοι ἐπ᾿ ὅρους Σιών· ὁ ζῆλος Κυρίου σαβαὼθ ποιήσει ταῦτα. διὰ τοῦτο οὕτως λέγει Κύριος ἐπὶ βασιλέα Ἀσσυρίων Οὐ μὴ εἰσέλθῃ εἰς τὴν πόλιν ταύτην, οὐδὲ μὴ βάλῃ ἐπ᾿ αὐτὴν βέλος, οὐδὲ μὴ βάλῃ ἐπ᾿ αὐτὴν θυρεόν, οὐδ᾿ οὐ μὴ κυκλώσει ἐπ᾿ αὐτὴν χάρακα· ἀλλὰ τῇ ὁδῷ ᾗ ἦλθεν, ἐν αὐτῇ ἀποστραφήσεται. τάδε λέγει Κύριος Ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης τοῦ σῶσαι αὐτὴν δι᾿ ἐμὲ καὶ διὸ. Δαυεὶδ τὸν παῖδά μου. Καὶ ἐξῆλθεν ἅγγελος Κυρίου καὶ ἀνεῖλεν ἐκ τῆς παρεμβολῆς τῶν Ἀσσυρίων ἑκατὸν καὶ ὀγδοήκοντα πέντε χιλιάδας· καὶ ἐξαναστάντες τὸ πρωὶ εὖρον πάντα τὰ σώματα νεκρά. καὶ ἀποστραφεὶς ἀπῆλθεν βασιλεὺς Ἀσσυρίων, καὶ ᾤκησεν ἐν Νινευή. καὶ ἐν τῷ αὐτὸν προσκυνεῖν ἐν οἰκῷ Ἀσαρὰχ τὸν πάτραρχον αὐτοῦ, Ἀδραμέλεχ καὶ Σαράσαρ υἱοὶ αὐτοῦ ἐπάταξαν αὐτὸν μαχαίραις· αὐτοὶ δὲ διεσώθησαν εἰς Ἀρμενίαν· καὶ ἐβασίλευσεν Ἀσορδὰν ὁ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.