Ancient Greek
38.1 to 38.13
Septuaginta, Isaias 38.1-13
Not analysed yet
Ἐγένετο δὲ ἐν τῷ καιρῷ ἐκείνῳ ἐμαλακίσθη Ἑζεκίας ἕως θανάτου· καὶ ἦλθεν πρὸς αὐτὸν Ἠσαίας υἱὸς Ἀμὼς ὅ προφήτης καὶ εἶπεν πρὸς αὐτόν Τάδε λέγει Κύριος Τάξαι περὶ τοῦ οἴκου σου, ὅτι ἀποθνήσκεις σὺ καὶ οὗ καὶ ἀπέστρεψεν Ἑζεκίας τὸ πρόσωπον αὐτοῦ πρὸς τὸν τοῖχον, καὶ προσηύξατο πρὸς Κύριον λέγων Μνήσθητι, Κύριε, ὡς ἐπορεύθην ἐνώπιόν σου μετὰ ἀληθείας ἐν καρδίᾳ ἀληθινῇ, καὶ τὸ, ἀρεστὰ ἐνώπιόν σου ἐποίησα· καὶ ἔκλαυσεν Ἑζεκίας κλαυθμῷ μεγάλῳ. καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἠσαίαν λέγων Πορεύου καὶ εἰπὸν πρὸς Ἑζεκίαν Τάδε λέγει Κύριος ὅ θεός Δαυεὶδ τοῦ πατρός σου Ἤκουσα τῆς φωνῆς Τῆς προσευχῆς σου καὶ ἴδον τὰ δάκρυά σου· ἰδοὺ προστίθημι πρὸς τὸν χρόνον σου ἔτη δέκα πέντε· καὶ ἐκ χειρὸς βασιλέως Ἀσσυρίων σώσω σε καὶ ὑπὲρ τῆς πόλεως ταύτης ὑπερασπιῶ. τοῦτο δέ σοι τὸ σημεῖον παρὰ. Κυρίου ὅτι ὁ θεός ποιήσει τὸ τοῦτο. ἰδοὺ στρέφω τὴν σκιὰν τῶν ἀναβαθμῶν οὓς κατέβη ὁ ἥλιος, τοὺς δέκα ἀναβαθμοὺς τοῦ οἴκου τοῦ πατρός σου, ἀποστρέψω τόν ἥλιον τοὺς δέκα ἀναβαθμούς. καὶ ἀνέβη ὃ ἥλιος τοὺς δέκα ἀναβαθμοὺς οὕς κατέβη ἡ σκιά. (Ὠιδή.) Προσευχὴ Ἑζεκίου βασιλέως Τῆς Ἰουδαίας ἡνίκα ἐμαλακίσθη καὶ ἀνέστη ἐκ τῆς μαλακίας αὐτοῦ. Ἐγὼ εἶπα Ἐν τῷ ὕψει τῶν ἡμερῶν μου ἐν πύλαις ᾅδου τὰ. ἔτη τὸ, ἐπίλοιπα. εἶπα Οὐκέτι οὐ μὴ ἴδω τὸ σωτήριον τοῦ θεοῦ ἐπὶ τῆς γῆς, οὐκέτι οὗ μὴ ἴδω ἄνθρωπον. ἐκ τῆς συγγενείας μου κατέλιπον τὸ λοιπὸν τῆς ζωῆς μου, ἐξῆλθεν καὶ ἀπῆλθεν ἀπ’ ἐμοῦ ὥσπερ ὃ καταλύων σκηνὴν πήξας· τὸ πνεῦμά μου παρ’ ἐμοὶ στὸς ἐρίθου ἐγγιζούσης ἐκτεμεῖν. ἐν τῇ ἡμέρᾳ ἐκείνῃ παρεδόθην ἕως πρωὶ ὡς λέοντι, οὕτως τὸ. ὀστᾶ μου συνέτριψεν· ἀπὸ γὰρ τῆς ἡμέρας ἔως τῆς νυκτὸς παρεδόθην.