Ancient Greek · ~3 min
10.21 to 10.25
Septuaginta, Jeremias 10.21-25
Not analysed yet
ὅτι οἱ ποιμένες ἠφρονεύσαντο, καὶ τὸν κύριον οὐκ ἐζήτησαν· διὰ τοῦτο οὐκ ἐνόησεν πᾶσα ἡ νομή, καὶ διεσκορπίσθησαν. φωνὴ ἀκοῆς ἰδοὺ ἔρχεται καὶ σεισμὸς μέγας ἐκ γῆς βορρᾶ τοῦ τάξαι τὰς πόλεις Ἰούδα εἰς ἀφανισμὸν καὶ κοίτην στρουθῶν. οἶδα, Κύριε, ὅτι οὐχὶ τοῦ ἀνθρώπου ἡ ὁδὸς αὐτοῦ, οὐδὲ ἀνὴρ πορεύσεται καὶ κατορθώσει πορείαν αὐτοῦ. παίδευσον ἡμᾶς, Κύριε, πλὴν ἐν κρίσει καὶ μὴ ἐν θυμῷ, ἵνα μὴ ὀλίγους ἡμᾶς ποιήσῃς. ἔκχεον τὸν θυμόν σου ἐπὶ ἔθνη τὰ μὴ εἰδότα σε καὶ ἐπὶ γενεὰς αἱ τὸ ὄνομά σου οὺκ ἐκεκαλέσαντο. ὅτι κατέφαγον τὸν Ἰακὼβ καὶ ἐξανήλωσαν αὐτόν, καὶ τὴν νομὴν αὐτοῦ ἠρήμωσαν.