Ancient Greek · ~7 min
11.1 to 11.13
Septuaginta, Jeremias 11.1-13
Not analysed yet
Ὁ λόγος ὁ γενόμενος παρὰ Κυρίου πρὸς Ἰερεμίαν λέγων Ἀκούσατε τοὺς λόγους τῆς διαθήκης ταύτης, καὶ λαλήσεις πρὸς ἄνδρας Ἰούδα καὶ πρὸς τοὺς κατοικοῦντας ἐν Ἰερουσαλήμ· καὶ ἐρεῖς πρὸς αὐτούς Τάδε λέγει Κύριος ὁ θεὸς Ἰσραήλ Ἐπικατάρατος ὁ ἄνθρωπος ὃς οὐκ ἀκούσεται τῶν λόγων τῆς διαθήκης ταύτης, ἧς ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν ἐν ἡμέρᾳ ᾗ ἀνήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ἐκ καμίνου τῆς σιδηρᾶς, λέγων Ἀκούσατε τῆς φωνῆς μου καὶ ποιήσατε πάντα ὅσα ἐὰν ἐντείλωμαι ὑμῖν, καὶ ἔσεσθέ μοι εἰς λαὸν καὶ ἐγὼ ἔσομαι ὑμῖν εἰς θεόν, ὅπως στήσω τὸν ὅρκον μου ὃν ὤμοσα τοῖς πατρέσιν ὑμῶν, τοῦ δοῦναι αὐτοῖς γῆς ῥέουσαν γάλα καὶ μέλι καθὼς ἡ ἡμέρα αὕτη. καὶ ἀπεκρίθην καὶ εἶπα Γένοιτο, Κύριε. καὶ εἶπεν Κύριος πρὸς μέ Ἀνάγνωθι τοὺς λόγους τούτους ἐν πολεσιν Ἰούδα καὶ ἔξωθεν Ἰερουσαλὴμ λέγων Ἀκούσατε τοὺς λόγους τῆς διαθήκης ταύτης καὶ ποιήσατε αὺτούς. καὶ οὐκ ἐποίησαν. Καὶ εἶπεν Κύριος πρὸς μέ Εὑρέθη σύνδεσμος ἐν ἀνδράσιν Ἰούδα καὶ ἐν τοῖς κατοικοῦσιν ἐν Ἰερουσαλήμ· ἐπεστράφησαν ἐπὶ τὰς ὰδικίας τῶν πατέρων αὐτῶν τῶν πρότερον, οἳ οὐκ ἠθέλησαν εἰσακοῦσαι τῶν λόγων μου, καὶ ἰδοὺ αὐτοὶ πορεύονται ὀπίσω θεῶν ἀλλοτρίων τοῦ δουλεύειν αὐτοῖς, καὶ διεσκέδανσαν αἶκος Ἰούδα τὴν διαθήκην μου ἣν διεθέμην πρὸς τοὺς πατέρας αὐτῶν. διὰ τοῦτο τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν λαὸν τοῦτον κακὰ ἐξ ὧν οὐ δυνήσονται ἐξελθεῖν ἐξ αὐτῶν, καὶ κεκράξονται πρὸς μὲ καὶ οὐκ εἰσακούσομαι αὐτῶν. καὶ πορεύσονται πόλεις Ἰούδα καὶ οἱ κατοικοῦντες Ἰερουσαλὴμ καὶ κεκράξονται πρὸς τοὺς θεοὺς οἷς αὐτοὶ θυμιῶσιν αὐτοῖς, μὴ σώσουσιν αὐτοὺς ἐν τῷ καιρῷ τῶν κακῶν αὐτῶν. ὅτι κατʼ ἀριθμὸν τῶν πόλεών σου ἦσαν θεοί σου, Ἰούδα, καὶ κατʼ ἀριθμὸν ἐξόδων τῆς Ἰερουσαλὴμ ἐτάξατε βωμοὺς θυμιῶν τῇ Βάαλ.