Ancient Greek · ~4 min
2.31 to 2.36
Septuaginta, Jeremias 2.31-36
Not analysed yet
ἀκούσατε λόγον Κυρίου Τάδε λέγει Κύριος Μὴ ἔρημος ἐγενόμην τῷ Ἰσραὴλ ἡ γῆ κεχερσωμένη; διὰ τί εἶπεν ὁ λαός μου Οὐ κυριευθησόμεθα, καὶ οὐχ ἥξομεν πρὸς σὲ ἔτι; μὴ ἐπιλήσεται νύμφη τὸν κόσμον αὐτῆς, καὶ παρθένος τὴν στηθοδεσμίδα αὐτῆς; ὁ δὲ λαός μου ἐπελάθετό μου ἡμέρας ὧν οὐκ ἔστιν ἀριθμός. τί ἔτι καλὸν ἐπιτηδεύσεις ἐν ταῖς ὁδοῖς σου τοῦ ζητῆσαι ἀγάπησιν οὐχ οὕτως· ἀλλὰ καὶ σὺ ἐπονηρεύσω τοῦ μιᾶναι τὰς ὁδούς σου, καὶ ἐν ταῖς χερσίν σου εὑρέθησαν αἵματα ψυχῶν ἀθᾠων· οὐκ ἐν διορύγμασιν εὗρον αὐτοὺς ἀλλʼ ἐπὶ πάσῃ δρυί καὶ εἶπας Ἀθῷός εἰμι, ἀλλὰ ἀποστραφήτω ὁ θυμὸς αὐτοῦ ἀπʼ ἐμοῦ. ἰδοὺ ἐγὼ κρίνομαι πρὸς σέ, ἐν τῷ λέγειν σε Οὐχ ἥμαρτον· ὅτι κατεφρόνησας σφόδρα τοῦ δευτερῶσαι τὰς ὁδοὺς σου; καὶ ἀπὸ Αἰγύπτου καταισχυνθήσῃ καθὼς καταισχυνθης ἀπὸ Ἀσσούρ, ὅτι καὶ ἐντεῦθεν ἐξελεύσῃ, καὶ αἱ χεῖρές σου ἐπὶ τῆς κεφαλῆς σου· ὅτι ἀπώσατο Κύριος τὴν ἐλπίδα σου, καὶ οὐκ εὐοδωθήσῃ ἐν αὐτῇ.