Ancient Greek · ~7 min
3.1 to 3.12
Septuaginta, Jeremias 3.1-12
Not analysed yet
Ἐὰν ἐξαποστείλῃ ἀνὴρ τὴν γυναῖκα αὐτοῦ, καὶ ἀπέλθῃ ἀπʼ αὐτοῦ καὶ γένηται ἀνδρὶ ἑτέρῳ, μὴ ἀνακάμπτουσα ἀνακάμψει πρὸς αὐτὸν ἔτι; οὐ μιαινομένη μιανθήσεται ἡ γυνὴ ἐκείνη; καὶ σὺ ἐξεπόρνευσας ἐν ποιμέσιν πολλοῖς, καὶ ἀνέκαμπτες πρὸς μέ; λέγει Κύριος. ἆρον εἰς εὐθεῖαν τοὺς ὀφθαλμούς σου καὶ ἴδε· ποῦ οὐχὶ ἐξεφύρθης; ἐπὶ ταῖς ὁδοῖς ἐκάθισας αὐτοῖς ὡσεὶ κορώνη ἐρημουμένη, καὶ ἐμίανας τὴν γῆν ἐν ταῖς πορνίαις σου καὶ ἐν ταῖς κακίαις σου, καὶ ἔσχες ποιμένας πολλοὺς εἰς πρόσκομμα σεαυτῇ· ὄψις πόρνης ἐγένετό σοι, ἀπηναισχύντησας πρὸς πάντας. οὐχ ὡς οἶκόν με ἐκάλεσας καὶ πατέρα καὶ ἀρχηγὸν τῆς παρθενίας σου; μὴ διαμενεῖ εἰς τὸν αἰῶνα, ἢ φυλαχθήσεται εἰς νῖκος; ἰδοὺ ἐλάλησας καὶ ἐποίησας τὰ πονηρὰ ταῦτα καὶ ἠδυνάσθης. Καὶ εἶπεν Κύριος πρὸς μέ ἐν ταῖς ἡμέραις Ἰωσείου τοῦ βασιλέως Εἶδες ἃ ἐποίησέν μοι ἡ κατοικία τοῦ Ἰσραήλ; ἐπορεύθησαν ἐπὶ πᾶν ὄρος ὑψηλὸν καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους καὶ ἐπόρνευσαν ἐκεῖ. καὶ εἶπα μετὰ τὸ πορνεῦσαι αὐτὴν ταῦτα πάντα Πρὸς μέ ἀνάστρεψον· καὶ οὐκ ἀνέστρεψεν, καὶ εἶδεν τὴν ἀσυνθεσίαν αὐτῆς ἡ ἀσύνθετος Ἰουδά. καὶ εἶδον διότι περὶ πάντων ὧν καὶ εἶδον, περὶ πάντων ὧν κατελήμφθη ἐν οἷς ἐμοιχᾶτο ἡ κατοικία τοῦ Ἰσραήλ, καὶ ἐξαπέστειλα αὐτὴν καὶ ἔδωκα αὐτῇ βιβλίον ἀποστασίου εἰς τὰς χεῖρας αὐτῆς· καὶ οὐκ ἐφοβήθη ἡ ἀσύνθετος Ἰουδά, καὶ ἐπορεύθη καὶ ἐπόρνευσεν καὶ αὐτή, καὶ ἐγένετο εἰς οὐθὲν ἡ πορνεία αὐτῆς, καὶ ἐμοίχευσεν τὸ ξύλον καὶ τὸν λίθον. καὶ ἐν πᾶσιν τούτοις οὐκ ἐπεστράφη πρὸς μέ ἡ ἀσύνθετος Ἰουδά ἐξ ὅλης τῆς καρδίας αὐτῆς ἀλλ᾿ ἐπὶ ψεύδει. καὶ εἶπεν Κύριος πρὸς μέ Ἐδικαίωσεν τὴν ψυχὴν αὐτοῦ Ἰσραὴλ ἀπὸ τῆς ἀσυνθέτου Ἰουδά. πορεύου καὶ ἀνάγνωθι τοὺς λόγους τούτους πρὸς βορρᾶν, καὶ ἐρεῖς Ἐπιστράφητι πρὸς μέ, ἡ κατοικία τοῦ Ἰσραήλ, λέγει Κύριος, καὶ οὐ στηριῶ τὸ πρόσωπόν μου ἐφʼ ὑμᾶς· ὅτι ἐλεήμων ἐγὼ εἰμι, λέγει Κύριος, καὶ οὐ μηνιῶ ὑμῖν εἰς τὸν αἰῶνα.