Ancient Greek · ~7 min
31.1 to 31.18
Septuaginta, Jeremias 31.1-18
Not analysed yet
Τῇ Μωάβ. Οὕτως εἶπεν Κύριος Οὐαὶ ἐπὶ Ναβαύ, ὅτι ὤλετο· ἐλήμφθη Καριαθέμ, ᾐσχύνθη Ἁμὰθ καὶ Ἁγάθ. οὐκ ἔστιν ἔτι ἰατρεία Μωάβ, ἀγαυρίαμα ἐν Ἑσεβών· ἐλογίσατο ἐπʼ αὐτὴν κακά· ἐκόψαμεν αὐτὴν ἀπὸ ἔθνους, καὶ παῦσιν παύσεται. ὄπισθέν σου βαδιεῖται μάχαιρα, ὅτι φωνὴν κεκραγότων ἐξ Ὡρωνάιμ, ὄλεθρον καὶ σύντριμμα μέγα· συνετρίβη Μωάβ. ἀναγγείλατε εἰς Ζόγορα, ὅτι ἐπλήσθη Ἁλὼθ ἐν κλαυθμῷ. ἀναβήσεται κλαίων ἐν ὁδῷ Ὡρωνάιμ, κραυγὴν συντρίμματος ἠκοὔσατε· φεύγετε καὶ σώσατε τὰς ψυχὰς ὑμῶν, καὶ θέσθε ὥσπερ ὄνος ἄγριος ἐν ἐρήμῳ. ἐπειδὴ ἐπεποίθεις ἐν ἀχυρώμασίν σου, καὶ σὺ συλληφθήσῃ· καὶ ἐξελεύσεται Χαμὼς ἐν ἀποικία, καὶ οἱ ἱερεῖς αὐτοῦ καὶ οἱ ἄρχοντες αὐτοῦ ἄμα. καὶ ἥξει ὄλεθρος ἐπὶ πᾶσαν πόλιν, οὐ μὴ σωθῇ, καὶ ἀπολεῖται ὁ αὐλών, καὶ ἐξολοθρευθήσεται ἡ πεδινή, καθὼς εἶπεν Κύριος. δότε σημεῖα τῇ Μωάβ, ὅτι ἁφῇ ἁρθήσεται, καὶ πᾶσαι αἱ πόλεις αὐτῆς εἰς ἄβατου ἔσονται· πόθεν ἔνοικος αὐτῇ; ἐπικατάρατος ὁ ποιῶν τὰ ἔργα Κυρίου ἀμελῶς, ἐξαίρων μάχαιραν αὐτοῦ ἀφʼ αἵματος. ἀνεπαύσατο Μωὰβ ἐκ παιδαρίου, καὶ πεποιθὼς ἦν ἐπὶ τῇ δόξῃ αὐτοῦ· οὐκ ἐνέχεεν ἐξ ἀγγείου εἰς ἀγγεῖον, καὶ εἰς ἀποικισμὸν οὐκ ᾤχετο· διὰ τοῦτο ἔστη γεὺμα αὐτοῦ ἐν αὐτῷ, καὶ ὀσμὴ αὐτοῦ οὐκ ἐξέλιπεν. διὰ τοῦτο ἰδοὺ ἡμέραι αὐτοῦ ἔρχονται, φησὶν Κύριος, καὶ ἀποστελῶ αὐτῷ κλίνοντας, καὶ κλινοῦσιν αὐτὸν καὶ τὰ σκεύη αὐτοῦ λεπτυνοῦσιν καὶ τὰ κέρατα αὐτοῦ συγκόψουσιν, καὶ καταισχυνθήσεται Μωὰβ ἀπὸ Χαμὼς ὥσπερ καταισχύνθη οἶκος Ἰσραὴλ ἀπὸ Βαιθὴλ ἐλπίδος αὐτῶν, πεποιθότες ἐπʼ αὐτοῖς. πῶς ἐρεῖτε Ἰσχυροί ἐσμεν, καὶ ἄνθρωπος ἰσχύων εἰς τὰ πολεμικά; ὤλετο Μωὰβ πόλις αὐτοῦ, καὶ ἐκλεκτοὶ νεανίσκοι αὐτοῦ κατέβησαν εἰς σφαγήν· ἐγγὺς ἡμέρα Μωὰβ ἐλθεῖν, καὶ πονηρία αὐτοῦ ταχεῖα σφόδρα. κινήσατε αὐτῷ πάντες κυκλόθεν αὐτοῦ, πάντες ἔκδοτε ὄνομα αὐτοῦ· εἴπατε Πῶς συνετρίβη βακτηρία εὐκλεής, ῥάβδος μεγαλώματος; κατάβηθι ἀπὸ δόξης καὶ κάθισον ἐν ὑγρασίᾳ καθημένη. Δαιβὼν ἐκτρίβεται, ὅτι ὤλετο Μωάβ· ἀνέβη εἰς σέ λυμαινόμενος ὀχύρωμά σου.