Ancient Greek · ~7 min
31.19 to 31.36
Septuaginta, Jeremias 31.19-36
Not analysed yet
ἐφ᾿ ὁδοῦ στῆθι καὶ ἔπιδε, καθημένη ἐν Ἀροήρ, καὶ ἐρώτησον φεύγοντα καὶ σωζόμενον καὶ εἰπόν Τί ἐγένετο; κατῃσχύνθη Μωάβ, ὅτι συνετρίβη· ὀλόλυξον καὶ κέκραξον, ἀνάγγειλον ἐν Ἀρνὼν ὅτι ὤλετο Μωάβ, καὶ κρίσις ἔρχεται εἰς γῆν τοῦ Μεισὼρ ἐπὶ Χαιλὼν καὶ Ῥεφὰς καὶ Μωράς, καὶ ἐπὶ Δαιβὼν καὶ ἐπὶ Ναβαὺ καὶ ἐπʼ οἶκον Δαιβλαθάιμ, καὶ ἐπὶ Καριαθάιμ καὶ ἐπʼ οἶκον Γαιμὼλ καὶ ἐπʼ οἶκον Μαών, καὶ ἐπὶ Καριὼθ καὶ ἐπὶ Βοσὸρ καὶ ἐπὶ πάσας τὰς πόλεις Μωὰβ τὰς πόρρω καὶ τὰς ἐγγύς. κατεάχθη κέρας Μωάβ, καὶ τὸ ἐπίχειρον αὐτοῦ συνετρίβη. μεθύσατε αὐτόν, ὅτι ἐπὶ Κύριον ἐμεγαλύνθη· καὶ ἐπικρούσει Μωὰβ ἐν χειρὶ αὐτοῦ, καὶ ἔσται εἰς γέλωτα καὶ αὐτός. καὶ εἰ μὴ εἰς γελοιασμὸν ἦν σοι, Ἰσραήλ, καὶ ἐν κλοπαῖς σου εὑρέθη, ὅτι ἐπολέμεις αὐτόν. κατέλιπον τὰς πόλεις καὶ ιᾤκησαν ἐν πέτραις οἱ κατοικοῦντες Μωάβ· ἐγενήθησαν ὥσπερ περιστεραὶ νοσσεύουσαι ἐν πέτραις στόματι βοθύυου. καὶ ἤκουσα ὕβριν Μωάβ, ὕβρισεν λίαν, ὕβριν αὐτοῦ καὶ ὑπερηφανίαν αὐτοῦ, καὶ ὑψώθη ἡ καρδία αὐτοῦ, ἐγὼ δὲ ἔγνων ἔργα αὐτοῦ· οὐχὶ τὸ ἱκανὸν αὐτῷ οὐχ οὕτως ἐποίησεν; διὰ τοῦτο ἐπὶ Μωὰβ ὀλολύζετε πάντοθεν· βοήσατε ἐπ᾿ ἄνδρας Κεὶρ Ἅδας αὐχμοῦ. ὡς κλαυθμὸν Ἰαζὴρ ἀποκλαύσομαί σοι, ἄμπελος Ωσερημά· κλήματά σου διῆλθεν θάλασσαν, πόλεις Ἰαζὴρ ἥψαντο ἐπὶ ὀπώραν σου, ἐπὶ τρυγηταῖς σου ὄλεθρος ἐπέπεσεν· συνεψήσθη χαρμοσύνη καὶ εὐφροσύνη ἐκ τῆς Μωαβείτιδος, καὶ οἶνος ἦν ἐπὶ ληνοῖς σου· πρωὶ οὐκ ἐπάτησαν, οὐδὲ δείλης οὐκ ἐποίησαν αἵδε. ἀπὸ κραυγῆς Ἑσεβὼν ἕως Αἰτὰμ αἱ πόλεις αὐτῶν ἔδωκαν φωνὴν αὐτῶν ἀπὸ Ζόγορ ἕως Ὡρωνάιμ καὶ ἀγγελίαν Σαλασειά, ὅτι καὶ τὸ ὕδωρ Νεβρεὶν εἰς κατάκαυμα ἔσται. καὶ ἀπολῶ τὸν Μωάβ, φησὶν Κύριος, ἀναβαίνοντα ἐπὶ τὸν βωμὸν καὶ θυμιῶντα θεοῖς αὐτοῦ. διὰ τοῦτο καρδία τοῦ Μωὰβ ὥσπερ αὐλοὶ βομβήσουσιν, καρδία μου ἐπʼ ἀνθρώπους κειράδας ὥσπερ αὐλὸς βομβήσει· διά τοῦτο ἃ περιεποιήσατο ἀπώλετο ἀπὸ ἀνθρώπου.