Ancient Greek · ~3 min
37.18 to 37.24
Septuaginta, Jeremias 37.18-24
Not analysed yet
οὕτως εἶπεν Κύριος Ἰδοὺ ἐγὼ ἀποστρέψω τὴν ἀποικίαν Ἰακώβ, καὶ αἰχμαλωσίαν αὐτοῦ ἐλεήσω· καὶ οἰκοδομηθήσεται πόλις ἐπὶ τὸ ὕψος αὐτῆς, καὶ ὁ λαὸς κατὰ τὸ κρίμα αὐτοῦ καθεδεῖται. καὶ ἐξελεύσονται ἀπʼ αὐτῶν ἄδοντες, φωνὴ παιζόντων· καὶ πλεονάσω αὐτούς, καὶ οὐ μὴ ἐλαττωθῶσιν. καὶ εἰσελεύσονται οἱ υἱοὶ αὐτῶν ὡς τὸ πρότερον, καὶ τὰ μαρτύρια αὐτῶν κατὰ πρόσωπόν μου ὀρθωωθήσεται· καὶ ἐπισκέψομαι τοὺς θλίβοντας αὐτούς, καὶ ἔσονται ἰσχυρότεροι αὐτοῦ ἐπʼ αὐτούς, καὶ ὁ ἄρχων αὐτοῦ ἐξ αὐτοῦ ἐξελεύσεται· καὶ συνάξω αὐτοὺς καὶ ἀποστρέψουσιν πρὸς μέ, ὅτι τίς ἐστιν οὗτος ὃς ἔδωκεν τὴν καρδίαν αὐτοῦ ἀποστρέψαι πρὸς μέ, φησὶν Κύριος; ὅτι ὀργὴ Κυρίου ἐξῆλθεν θυμώδης, ἐξῆλθεν ὀργὴ στρεφομένη, ἐπʼ ἀσεβεῖς ἤξει. οὐ μὴ ἀποστραφῇ ὀργὴ θυμοῦ Κυρίου ἕως ποιήσῃ, καὶ ἕως καταστήσῃ ἐγχείρημα καρδίας αὐτοῦ· ἐπʼ ἐσχάτων τῶν ἡμερῶν γνώσεσθε αὐτά.