Ancient Greek · ~7 min
38.1 to 38.14
Septuaginta, Jeremias 38.1-14
Not analysed yet
(24)Ἐν τῷ χρόνῳ ἐκείνῳ, εἶπεν Κύριος, ἔσομαι εἰς θεὸν τῷ γένει Ἰσραήλ, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν. οὕτως εἶπεν Κύριος Εὗρον θερμὸν ἐν ἐρήμῳ μετὰ ὀλωλότων ἐν μαχαίρᾳ· βαδίσατε καὶ μὴ ὀλέσητε τὸν Ἰσραήλ. Κύριος πόρρωθεν ὤφθη αὐτῷ. Ἀγάπησιν αἰώνιον ἠγάπησά σε, διὰ τοῦτο εἵλκυσά σε εἰς οἰκτείρημα. ὅτι οἰκοδομήσω σε, καὶ οἰκοδομηθήσῃ παρθένος Ἰσραήλ· ἐπιλήμψει τύμπανόν σου καὶ ἐξελεύσῃ μετὰ συναγωγῆς παιζόντων. ὅτι ἐφυτεύσατε ἀμπελῶνας ἐν ὄρεσιν Σαμαρείας, φυτεύσατε καὶ αἰνέσατε, ὅτι ἔστιν ἡμέρα κλήσεως ἀπολογουμένων ἐν ὄρεσιν Ἐφράιμ Ἀνάστητε καὶ ἀνάβητε εἰς Σειὼν πρὸς Κύριον τὸν θεὸν ἡμῶν. ὅτι οὕτως εἶπεν Κύριος τῷ Ἰακώβ Ευφράνθητε καὶ χρεμετίσατε ἐπὶ κεφαλὴν ἐθνῶν, ἀκουστὰ ποιήσατε καὶ αἰνέσατε· εἴπατε Ἔσωσεν Κύριος τὸν λαὸν αὐτοῦ, τὸ κατάλοιπον τοῦ Ἰσραήλ. ἰδοὺ ἐγὼ ἄγω αὐτοὺς ἀπὸ βορρᾶ, καὶ συνάξω αὐτοὺς ἀπʼ ἐσχάτου τῆς γῆς ἐν ἑορτῇ φάσεκ· καὶ τεκνοποιήσῃ ὄχλον πολύν, καὶ ἀποστρέψουσιν ὧδε. ἐν κλαυθμῷ ἐξῆλθον, καὶ ἐν παρακλήσει ἀνάξω αὐτούς, αὐλίζων ἐπὶ διώρυγας ὑδάτων ἐν ὁδῷ ὀρθῇ, καὶ οὐ μὴ πλανηθῶσιν ἐν αὐτῇ· ὅτι ἐγενόμην τῷ Ἰσραὴλ εἰς πατέρα, καὶ Ἐφράιμ πρωτότοκός μού ἐστιν. Ἀκούσατε λόγους Κυρίου, ἔθνη, καὶ ἀναγγείλατε εἰς νήσους τὰς μακρότερον· εἴπατε Ὁ λικμήσας τὸν Ἰσραὴλ συνάξει αὐτόν, καὶ φυλάξει αὐτὸν ὡς ὁ βόσκων ποίμνιον αὐτοῦ. ὅτι ἐλυτρώσατο Κύριος τὸν Ἰακώβ, ἐξείλατο αὐτὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ. καὶ ἥξουσιν καὶ εὐφρανθήσονται ἐν τῷ ὄρει Σειών, καὶ ἥξουσιν ἐπʼ ἀγαθὰ Κυρίου, ἐπὶ γῆν σίτου καὶ οἴνου καὶ καρπῶν καὶ κτηνῶν καὶ προβάτων· καὶ ἔσται ἡ ψυχὴ αὐτῶν ὥσπερ ξύλον ἔνκαρπον, καὶ οὐ πεινάσουσιν ἔτι. τότε χαρήσονται παρθένοι ἐν συναγωγῇ νεανίσκων, καὶ πρεσβῦται χαρήσονται, καὶ στρέψω τὸ πένθος αὐτῶν εἰς χαρμονήν, καὶ ποιήσω αὐτοὺς εὐφραινομένους. μεγαλυνῶ καὶ μεθύσω τὴν ψυχὴν τῶν ἱερέων υἱῶν Λευεί, καὶ ὁ λαός μου τῶν ἀγαθῶν μου ἐμπλησθήσεται.