Ancient Greek · ~7 min
43.12 to 43.23
Septuaginta, Jeremias 43.12-23
Not analysed yet
καὶ κατέβη εἰς οἰκίαν τοῦ βασιλέως, εἰς τὸν οἶκον τοῦ γραμματέως, καὶ ἰδοὺ ἐκεῖ πάντες οἱ ἄρχοντες ἐκάθηντο, Ἐλεισαμὰ ὁ γραμματεὺς καὶ Δαλαίας υἱὸς Σελεμίου καὶ Ἰωναθὰν υἱὸς Ἀκχοβὼρ καὶ Γαμαρίας υἱὸς Σαφὰν καὶ Σεδεκίας υἱὸς Ἀνανίου καὶ πάντες οἱ ἄρχοντες, καὶ ἀνήγγειλεν αὐτοῖς Μειχαίας πάντας τοὺς λόγους οὓς ἤκουσεν ἀναγινώσκοντος Βαροὺχ εἰς τὰ ὦτα τοῦ λαοῦ. καὶ ἀπέστειλαν πάντες οἱ ἄρχοντες πρὸς Βαροὺχ υἱὸν Νηρίου υἱὸν Ναθανίου υἱοῦ Σελεμίου υἱοῦ Χουσεὶ λέγοντες Τὸ χαρτίον ἐν ᾧ σὺ ἀναγινώσκεις ἐν αὐτῷ ἐν ὠσὶ τοῦ λαοῦ, λάβε αὐτὸ εἰς τὴν χεῖρά σου καὶ ἦκε. καὶ ἔλαβεν Βαροὺχ τὸ χαρτίον καὶ κατέβη πρὸς αὐτούς. καὶ εἶπαν αὐτῷ Πάλιν ἀνάγνωθι εἰς τὰ ὦτα ἡμῶν· καὶ ἀνέγνω Βαρούχ. καὶ ἐγενήθη ὡς ἤκουσαν πάντας τοὺς λόγους, συνεβουλεύσαντο ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ καὶ εἶπαν Ἀναγγέλλοντες ἀναγγείλωμεν τῷ βασιλεῖ ἄπαντας τοὺς λόγους τούτους. καὶ τὸν Βαροὺχ ἠρώ τησαν λέγοντες Ποῦ ἔγραψας πάντας τοὺς λόγους τούτους; καὶ εἶπεν Βαρούχ Ἀπὸ στόματος αὐτοῦ ἀνήγγειλέν μοι Ἰερεμίας πάντας τοὺς λόγους τούτους, καὶ ἔγραφον ἐν βιβλίῳ. καὶ εἶπαν τῷ Βαρούχ Βάδισον κατακρύβηθι, σὺ καὶ Ἰερεμίας· ἄνθρωπος μὴ γνώτω ποῦ ὑμεῖς. καὶ εἰσῆλθον πρὸς τὸν βασιλέα εἰς τὴν αὐλήν, καὶ τὸ χαρτίον ἔδωκαν φυλάσσειν ἐν οἴκῳ Ἐλεισά, καὶ ἀνήγγειλαν τῷ βασιλεῖ πάντας τοὺς λόγους. καὶ ἀπέστειλεν ὁ βασιλεὺς τὸν Ἰουδεὶν λαβεῖν τὸ χαρτίον. καὶ ἔλαβεν αὐτὸ ἐξ οἴκου Ἐλεισά, καὶ ἀνέγνω Ἰουδεὶν εἰς τὰ ὦτα τοῦ βασιλέως καὶ εἰς τὰ ὦτα πάντων τῶν ἀρχόντων τῶν ἑστηκότων περὶ τὸν βασιλέα. καὶ ὁ βασιλεὺς ἐκάθητο ἐν οἴκῳ χειμερινῷ, καὶ ἐσχάρα πυρὸς κατὰ πρόσωπον αὐτοῦ. καὶ ἐγγενήθη ἀναγινώσκοντος Ἰουδεὶν τρεῖς σελίδας καὶ τέσσαρας, ἀπέτεμνεν αὐτὰς τῷ ξυρῷ τοῦ γραμματέως καὶ ἔριπτεν εἰς τὸ πῦρ τὸ ἐπὶ τῆς ἐσχάρας, ἕως ἐξέλιπεν πᾶς ὁ χάρτης εἰς τὸ πῦρ τὸ ἐπὶ τῆς ἐσχάρας.