Ancient Greek · ~6 min
43.24 to 43.32
Septuaginta, Jeremias 43.24-32
Not analysed yet
καὶ οὐκ ἐζήτησαν, καὶ οὐ διέρρηξαν τὰ ἱμάτια αὐτῶν ὁ βασιλεὺς καὶ οἱ παῖδες αὐτοῦ οἱ ἀκούοντες πάντας τοὺς λόγους τούτους. καὶ Ἐλναθὰν καὶ Γοδολίας ὑπέθεντο τῷ βασιλεῖ πρὸς τὸ κατακαῦσαι τὸ χαρτίον. καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Ἰερεμεὴλ υἱῷ τοῦ βασιλέως καὶ τῷ Σαρεὰ υἱῷ Ἐσριὴλ συλλαβεῖν τὸν Βαροὺχ καὶ τὸν Ἰερεμίαν· καὶ κατεκρύβησαν. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἰερεμίαν, μετὰ τὸ κατακαῦσαι τὸν βασιλέα τὸ χαρτίον, πάντας τοὺς λόγους οὓς ἔγραψεν Βαροὺχ ἀπὸ στόματος Ἰερεμίου, λέγων Πάλιν λάβε σὺ χαρτίον ἕτερον καὶ γράψον πάντας τοὺς λόγους τοὺς ὄντας ἐπὶ τοῦ χαρτίου οὓς κατέκαυσεν ὁ βασιλεὺς Ἰωακείμ, καὶ ἐρεῖς Οὕτως εἶπεν Κύριος Σὺ κατέκαυσας τὸ χαρτίον τοῦτο, λέγων Διὰ τί ἔγραψας ἐπʼ αὐτῷ λέγων Εἰσ πορευόμενος εἰσ πορεύσεται ὁ βασιλεὺς Βαβυλῶνος καὶ ἐξολεθρεύσει τὴν γῆν ταύτην, καὶ ἐκλείψει ἀπʼ αὐτῆς ἄνθρωπος καὶ κτήνη; διὰ τοῦτο οὕτως εἶπεν Κύριος ἐπὶ Ἰωακεὶμ βασιλέα Ἰούδα Οὐκ ἔσται αὐτῷ καθήμενος ἐπὶ θρόνου Δαυείδ, καὶ τὸ θνησιμαῖον αὐτοῦ ἔσται ἐριμμένον ἐν τῷ καύματι τῆς ἡμέρας καὶ ἐν τῷ παγετῷ τῆς νυκτός. καὶ ἐπισκέψομαι ἐπʼ αὐτὸν καὶ ἐπὶ τὸ γένος αὐτοῦ καὶ ἐπὶ τοὺς παῖδας αὐτοῦ, καὶ ἐπάξω ἐπʼ αὐτὸν καὶ ἐπὶ τοὺς κατοικοῦντας Ἰερουσαλὴμ καὶ ἐπὶ γῆν Ἰούδα πάντα τὰ κακὰ ἐλάλησα πρὸς αὐτούς, καὶ οὐκ ἤκουσαν. καὶ ἔλαβεν Βαροὺχ χαρτίον ἕτερον καὶ ἔγραψεν ἐπʼ αὐτῷ ἀπὸ στόματος Ἰερεμίου ἅπαντας τοὺς λόγους τοῦ βιβλίου οὓς κατέκαυσεν Ἰωακείμ· καὶ ἔτι προσετέθησαν αὐτῷ λόγοι πλείονες ὡς οὗτοι.