Ancient Greek · ~4 min
44.16 to 44.21
Septuaginta, Jeremias 44.16-21
Not analysed yet
καὶ ἦλθεν Ἰερεμίας εἰς οἰκίαν τοῦ λάκκου καὶ εἰς τὴν χερέθ, καὶ ἐκάθισεν ἐκεῖ ἡμέρας πολλάς. καὶ ἀπέστειλεν Σεδεκίας καὶ ἐκάλεσεν αὐτόν, καὶ ἠρώτα αὐτὸν ὁ βασιλεὺς κρυφαίως εἰπεῖν Εἰ ἔστιν ὁ λόγος παρὰ Κυρίου; καὶ εἶπεν Ἐστιν· εἰς χεῖρας βασιλέως Βαβυλῶνος παραδοθήσῃ. καὶ εἶπεν Ἰερεμίας τῷ βασιλεῖ Τί ἠδίκησά σε καὶ τοὺς παῖδάς σου καὶ τὸν λαὸν τοῦτον, ὅτι σὺ δίδως με εἰς οἰκίαν φυλακῆς καὶ ποῦ εἰσιν οἱ προφῆται ὑμῶν οἱ προφητεύσαντες ὑμῖν λέγοντες ὅτι Οὐ μὴ ἔλθῃ βασιλεὺς Βαβυλῶνος ἐπὶ τὴν γῆν ταύτην; καὶ νῦν, κύριε βασιλεῦ, πεσέτω τὸ ἔλεός μου κατὰ πρόσωπόν σου· καὶ τί ἀποστρέφεις με εἰς οἰκίαν Ἰωναθὰμ τοῦ γραμματέως, καὶ οὐ μὴ ἀποθάνω ἐκεῖ ; καὶ συνέταξεν ὁ βασιλεύς, καὶ ἐνεβάλοσαν αὐτὸν εἰς οἰκίαν τῆς φυλακῆς, καὶ ἐδίδοσαν αὐτῷ ἄρτον ἕνα τῆς ἡμέρας ἔξωθεν οὗ πέσσουσιν, ἕως ἐξέλιπον οἱ ἄρτοι ἐκ τῆς πόλεως· καὶ ἐκάθισεν Ἰερεμίας ἐν τῇ αὐλῇ τῆς φυλακῆς.