Ancient Greek · ~7 min
45.1 to 45.12
Septuaginta, Jeremias 45.1-12
Not analysed yet
Καὶ ἤκουσεν Σαφανίας υἱὸς Ναθὰν καὶ Γοδολίας υἱὸς Πασχὼρ καὶ Ἰωαχὰλ υἱὸς Σελεμίου τοὺς λόγους σὓς Ἰερεμίας ἐλάλει ἐπὶ τὸν λαὸν λέγων Οὕτως εἶπεν Κύριος Ὁ κατοικῶν ἐν τῇ πολει ταύτῃ ἀποθανεῖται ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ, καὶ ὁ ἐκπορευόμενος πρὸς τοὺς Χαλδαίους ζήσεται, καὶ ἔσται ἡ ψυχὴ αὐτοῦ εἰς εὕρεμα καὶ ζήσεται. ὅτι οὕτως εἶπεν Κύριος Παραδιδομένη παραδοθήσεται ἡ πόλις αὕτη εἰς χεῖρας δυνάμεως βασιλέως Βαβυλῶνος, καὶ συλλήμψεται αὐτήν. καὶ εἶπαν τῷ βασιλεῖ Ἀναιρεθήτω δὴ ὁ ἄνθρωπος ἐκεῖνος, ὅτι αὐτὸς ἐκλύει τὰς χεῖρας τῶν ἀνθρώπων τῶν πολεμούντων τῶν καταλειπομένων ἐν τῇ πόλει καὶ τὰς χεῖρας παντὸς τοῦ λαοῦ, λαλῶν πρὸς αὐτοὺς κατὰ τοὺς λόγους τούτους, ὅτι ὁ ἄυθρωπος οὗτος οὐ χρησιμολογεῖ εἰρήνην τῷ λαῷ τούτῳ ἀλλʼ ἢ πονηρά. καὶ εἶπεν ὁ βασιλεύς Ἰδοὐ αὐτὸς ἐν χερσὶν ὑμῶν· ὅτι οὐκ ἡδύνατο ὁ βασιλεὺς πρὸς αὐτούς. καὶ ἔριψαν αὐτὸν εἰς λάκκον Μελχίου υἱοῦ τοῦ βασιλέως, ὃς ἦν ἐν τῇ αὐλῇ τῆς φυλακῆς, καὶ ἐχάλασαν αὐτὸν εἰς τὸν λάκκον, καὶ ἐν τῷ λάκκῳ οὐκ ἦν ὕδωρ ἀλλ᾿ ἢ βόρβορος. καὶ ἦν ἐν τῷ βορβόρῳ καὶ ἤκουσεν Ἀβδεμέλεχ ὁ Αἰθίοψ, καὶ αὐτὸς ἐν οἰκίᾳ τοῦ βασιλέως, ὅτι ἔδωκαν Ἰερεμίαν εἰς τὸν λάκκον· καὶ ὁ βασιλεὺς ἣν ἐν τῇ πύλη Βενιαμείν· καὶ ἐξῆλθεν πρὸς αὐτόν, καὶ ἐλάλησεν πρὸς τὸν βασιλέα καὶ εἶπεν Ἐπονηρεύσω ἃ ἐποίησας τοῦ ἀποκτεῖναι τὸν ἄνθρωπον τοῦτον ἀπὸ προσώπου τοῦ λιμοῦ, ὅτι οὐκ εἰσὶν ἔτι ἄρτοι ἐν τῇ πόλει. καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Ἀβδεμέλεχ λέγων Λάβε εἰς τὰς χεῖράς σου ἐντεῦθεν τριάκοντα ἀνθρώπους καὶ ἀνάγαγε αὐτὸν ἐκ τοῦ λάκκου, ἴνα μὴ ἀποθάνῃ. καὶ ἔλαβεν Ἀβδεμέλεχ τοὺς ἀνθρώπους καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν τοῦ βασιλέως τὴν ὑπόγειον, καὶ ἔλαβεν ἐκεῖθεν παλαιὰ ῥάκη καὶ παλαιὰ σχοινία, καὶ ἔριψεν αὐτὰ πρὸς Ἰερεμίαν εἰς τὸν λάκκον, καὶ εἶπεν Ταῦτα θὲς ὑποκάτω τῶν σχοινίων. καὶ ἐποίησεν Ἰερεμίας οὕτως.