Ancient Greek · ~2 min
48.14 to 48.18
Septuaginta, Jeremias 48.14-18
Not analysed yet
καὶ ἀνέστρεψαν πρὸς Ἰωανάν. καὶ᾿ Ἰσμαὴλ ἐσώθη σὺν ὀκτὼ ἀνθρώποις. καὶ ᾤχετο πρὸς τοὺς υἱοὺς Ἀμμών. καὶ ἔλαβεν Ἰωανὰν καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως οἱ μετʼ αὐτοῦ πάντας τοὺς καταλοίπους τοῦ λαοῦ οὓς ἀπέστρεψεν ἀπὸ Ἰσμαήλ, δυνατοὺς ἄνδρας ἐν πολέμῳ, καὶ τὰς γυναῖκας καὶ τὰ λοιπὰ καὶ τοὺς εὐνούχους οὓς ἀπέστρεψεν ἀπὸ Γαβαών, καὶ ᾤχοντο καὶ ἐκάθισαν ἐν Γαβηρωχαμάα τὴν πρὸς Βηθλέεμ, τοῦ πορευθῆναι εἰς Αἵγυπτον ἀπὸ προσώπου τῶν Χαλδαίων, ὅτι ἐφοβήθησαν ἀπὸ προσώπου αὐτῶν· ὅτι ἐπάταξεν Ἰσμαὴλ τὸν Γοδολίαν, ὃν κατέστησεν βασιλεὺς Βαβυλῶνος ἐν τῇ γῇ.