Ancient Greek · ~7 min
49.1 to 49.13
Septuaginta, Jeremias 49.1-13
Not analysed yet
Καὶ προσῆλθον πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως καὶ Ἰωανὰν καὶ Ἀζαρίας υἱὸς Μαασαίου καὶ πᾶς ὁ λαὸς ἀπὸ μικροῦ καὶ ἕως μεγάλου πρὸς Ἰερεμίαν τὸν προφήτην καὶ εἶπαν αὐτῷ Πεσέτω δὴ τὸ ἔλεος ἡμῶν κατὰ πρόσωπόν σου, καὶ πρόσευξαι πρὸς Κύριον τὸν θεόν σου περὶ τῶν καταλοίπων τούτων· ὅτι κατελείφθημεν ὀλίγοι ἀπὸ πολλῶν, καθὼς οἱ ὀφθαλμοί σου βλέπουσιν. καὶ ἀναγγειλάτω ἡμῖν Κύριος ὁ θεός σου τὴν ὁδὸν ᾖ πορευσόμεθα ἐν αὐτῇ καὶ λόγον ὃν ποιήσομεν. καὶ εἶπεν αὐτοῖς Ἰερεμίας Ἤκουσα· ἰδοὺ προσεύξομαι πρὸς Κύριον τὸν θεὸν ἡμῶν κατὰ τοὺς λόγους ὑμῶν. καὶ ἔσται, ὁ λόγος ὃν ἂν ἀποκριθήσεται Κύριος, ἀναγγελῶ ὑμῖν, οὐ μὴ κρύψω ἀφʼ ὑμῶν ῥῆμα. καὶ αὐτοὶ εἶπαν τῷ Ἰερεμίᾳ Ἔστω Κύριος ἐν ἡμῖν εἰς μάρτυρα δίκαιον καὶ πιστόν, εἰ μὴ κατὰ πάντα τὸν λόγον ὃν ἂν ἀποστείλῃ Κύριος πρὸς ἡμᾶς, οὕτως ποιήσομεν. καὶ ἐὰν ἀγαθὸν καὶ ἐὰν κακόν, τὴν φωνὴν Κυρίου τοῦ θεοῦ ἡμῶν, οὗ ἡμεῖς ἀποστέλλομέν σε πρὸς αὐτόν, ἀκουσόμεθα, ἴνα βέλτιον ἡμῖν γένηται, ὅτι ἀκουσόμεθα τῆς φωνῆς Κυρίου τοῦ θεοῦ ἡμῶν. καὶ ἐγενήθη μετὰ δέκα ἡμέρας ἐγενήθη λόγος Κυρίου πρὸς Ἰερεμίαν. καὶ ἐκάλεσεν Ἰωανὰν καὶ τοὺς ἡγεμόνας τῆς δυνάμεαως καὶ πάντα τὸν λαὸν ἀπὸ μικροῦ καὶ ἕως μεγάλου, καὶ εἶπεν αὐτοῖς Οὕτως εἶπεν Κύριος Ἐὰν καθίσαντες καθίσητε ἐν τῇ γῇ ταύτῃ, οἰκοδομήσω ὑμᾶς καὶ οὐ μὴ καθελῶ, καὶ φυτεύσω ὑμᾶς καὶ οὐ μὴ ἐκτίλω· ὅτι ἀναπέπαυμαι ἐπὶ τοῖς κακοῖς οἷς ἐποίησα ὑμῖν. μὴ φοβηθῆτε ἀπὸ προσώπου βασιλέως Βαβυλῶνος, οὗ ὑμεῖς φοβεῖσθε ἀπὸ προσώπου αὐτοῦ· μὴ φοβηθῆτε, φησὶν Κύριος, ὅτι μεθʼ ὑμῶν ἐγὼ ἐξαιρεῖσθαι ὑμᾶς καὶ σώζειν ὑμᾶς ἐκ χειρὸς αὐτῶν. καὶ δώσω ὑμῖν ἔλεος, καὶ ἐλεήσω ὑμᾶς καὶ ἐπιστρέψω ὑμᾶς εἰς τὴν γῆν ὑμῶν. καὶ εἰ λέγετε ὑμεῖς Οὐ μὴ καθίσωμεν ἐν τῇ γῇ ταύτῃ πρὸς τὸ μὴ ἀκοῦσαι φωνῆς Κυρίου,