Ancient Greek · ~7 min
5.1 to 5.14
Septuaginta, Jeremias 5.1-14
Not analysed yet
Περιδράμετε ἐν ταῖς ὁδοῖς Ἰερουσαλήμ, καὶ ἴδετε καὶ γνῶτε καὶ ζητήσατε ἐν ταῖς πλατείαις αὐτῆς, ἐὰν εὕρητε, εἰ ἔστιν ποιῶν κρίμα καὶ ζητῶν πίστιν, καὶ ἵλεως ἔσομαι αὐτοῖς, λέγει Κύριος. Ζῇ Κύριος, λέγουσιν· διὰ τοῦτο οὐκ ἐν ψεύδεσιν ὀμνύουσιν; Κύριε, οἱ ὀφθαλμοί σου εἰς πίστιν· ἐμαστίγωσας αὐτοὺς καὶ οὐκ ἐπόνεσαν, συνετέλεσας αὐτοὺς καὶ οὐκ ἠθέλησαν δέξασθαι παιδείαν, ἐστερέωσαν τὰ πρόσωπα αὐτῶν ὑπέρ πέτραν καὶ οὐκ ἠθέλησαν ἐπιστραφῆναι. καὶ ἐγὼ εἶπα Ἴσως πτωχοί εἰσιν, διότι οὐκ ἐδυνάσθησαν, ὅτι οὐκ ἔγνωσαν ὁδὸν Κυρίου καὶ κρίσιν θεοῦ· πορεύσομαι πρὸς τοὺς ἁδροὺς καὶ λαλήσω αὐτοῖς, ὅτι αὐτοὶ ἐπέγνωσαν ὁδὸν Κυρίου καὶ κρίσιν θεοῦ· καὶ ἰδοὺ ὁμοθυμαδὸν συνέτριψαν ζυγόν, διέρρηξαν δεσμούς. διὰ τοῦτο ἔπαισεν αὐτοὺς λέων ἐκ τοῦ δρυμοῦ, καὶ λύκος ἕως τῶν οἰκιῶν ὠλόθρευσεν αὐτούς, καὶ πάρδαλις ἐγρηγόρησεν ἐπὶ τὰς πόλεις αὐτῶν· πάντες οἱ ἐκπορευόμενοι ἀπʼ αὐτῶν θηρευθήσονται, ὅτι ἐπλήθυναν ἀσεβείας οὐτῶν, sἴσχυσαν ἐν ταῖς ἀποστροφαῖς αὐτῶν. ποίᾳ τούτων ἵλεως γέναομαί σοι; οἱ υἱοί σου ἐνκατέλιπὸν με καὶ ὤμνυον ἐν τοῖς οὐκ οὖσιν θεοῖς· καὶ ἐχόρτασα αὐτούς, καὶ ἐμοιχῶντο καὶ ἐν οἴκοις πορνῶν κάτελυον. ἵπποι θηλυμανεῖς ἐγενήθησαν, ἕκαστος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ ἐχρεμέτιζεν. μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι λέγει Κύριος· ἡ ἐν ἔθνει τοιούτῳ οὐκ ἐκδικήσει ἡ ψυχὴ μου Ἀνάβητε ἐπὶ τοὺς προμαχῶνας αὐτῆς καὶ κατασκάψατε, συντέλειαν δὲ μὴ ποιήσητε· ὑπολίπεσθε τὰ ὑποστηρίγματα αὐτῆς, ὅτι τοῦ κυρίου εἰσίν. ὅτι ἀθετῶν ἐθέτησεν εἰς ἐμέ, λέγει Κύριος, οἶκος Ἰσραήλ, καὶ οἶκος Ἰούδα ἐψεύσατο τῷ κυρίῳ ἑαυτῶν, καὶ εἶπαν Οὐκ ἔστιν ταῦτα· οὐχ ἤξει ἐφʼ ἡμᾶς κακά, καὶ μάχαιραν καὶ λιμὸν οὐκ ὀψόμεθα· οἱ προφῆται ἡμῶν ἦσαν εἰς ἄνεμον, καὶ λόγος Κυρίου οὐχ ὑπῆρχεν ἐν αὐτοῖς· οὕτως ἔσται αὐτοῖς. διὰ τοῦτο τάδε λέγει Κύριος Παντοκράτωρ Ἀνθʼ ὧν ἐλαλήσατε τὸ ῥῆμα τοῦτο, ἰδοὺ ἐγὼ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου πῦρ, καὶ τὸν λαὸν τοῦτον ξύλα, καὶ καταφάγεται αὐτούς.