Ancient Greek · ~7 min
19.1 to 19.22
Septuaginta, Josue 19.1-22
Not analysed yet
Καὶ ἐξῆλθεν ὁ δεύτερος κλῆρος τῶν υἱῶν Συμεων, καὶ ἐγενήθη ἡ κληρονομία αὐτῶν ἀνὰ μέσον κλήρων υἱῶν Ιουδα. καὶ ἐγενήθη ὁ κλῆρος αὐτῶν Βηρσαβεε καὶ Σαμαα καὶ Κωλαδαμ καὶ Αρσωλα καὶ Βωλα καὶ Ασομ καὶ Ελθουλα καὶ Βουλα καὶ Ερμα καὶ Σικελακ καὶ Βαιθμαχερεβ καὶ Σαρσουσιν καὶ Βαθαρωθ καὶ οἱ ἀγροὶ αὐτῶν, πόλεις δέκα τρεῖς καὶ αἱ κῶμαι αὐτῶν· Ερεμμων καὶ Θαλχα καὶ Εθερ καὶ Ασαν, πόλεις τέσσαρες καὶ αἱ κῶμαι αὐτῶν κύκλῳ τῶν πόλεων αὐτῶν ἕως Βαρεκ πορευομένων Βαμεθ κατὰ λίβα. αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Συμεων κατὰ δήμους αὐτῶν. ἀπὸ τοῦ κλήρου Ιουδα ἡ κληρονομία φυλῆς υἱῶν Συμεων, ὅτι ἐγενήθη ἡ μερὶς υἱῶν Ιουδα μείζων τῆς αὐτῶν· καὶ ἐκληρονόμησαν οἱ υἱοὶ Συμεων ἐν μέσῳ τοῦ κλήρου αὐτῶν. Καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ τρίτος τῷ Ζαβουλων κατὰ δήμους αὐτῶν. ἔσται τὰ ὅρια τῆς κληρονομίας αὐτῶν Εσεδεκ Γωλα· ὅρια αὐτῶν ἡ θάλασσα καὶ Μαραγελλα καὶ συνάψει ἐπὶ Βαιθαραβα εἰς τὴν φάραγγα, ἥ ἐστιν κατὰ πρόσωπον Ιεκμαν, καὶ ἀνέστρεψεν ἀπὸ Σεδδουκ ἐξ ἐναντίας ἀπ’ ἀνατολῶν Βαιθσαμυς ἐπὶ τὰ ὅρια Χασελωθαιθ καὶ διελεύσεται ἐπὶ Δαβιρωθ καὶ προσαναβήσεται ἐπὶ Φαγγαι καὶ ἐκεῖθεν περιελεύσεται ἐξ ἐναντίας ἐπ’ ἀνατολὰς ἐπὶ Γεβερε ἐπὶ πόλιν Κατασεμ καὶ διελεύσεται ἐπὶ Ρεμμωνα Αμαθαρ Αοζα καὶ περιελεύσεται ὅρια ἐπὶ βορρᾶν ἐπὶ Αμωθ, καὶ ἔσται ἡ διέξοδος αὐτῶν ἐπὶ Γαιφαηλ καὶ Καταναθ καὶ Ναβααλ καὶ Συμοων καὶ Ιεριχω καὶ Βαιθμαν. αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Ζαβουλων κατὰ δήμους αὐτῶν, πόλεις καὶ αἱ κῶμαι αὐτῶν. Καὶ τῷ Ισσαχαρ ἐξῆλθεν ὁ κλῆρος ὁ τέταρτος. καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν Ιαζηλ καὶ Χασαλωθ καὶ Σουναν καὶ Αγιν καὶ Σιωνα καὶ Ρεηρωθ καὶ Αναχερεθ καὶ Δαβιρων καὶ Κισων καὶ Ρεβες καὶ Ρεμμας καὶ Ιεων καὶ Τομμαν καὶ Αιμαρεκ καὶ Βηρσαφης, καὶ συνάψει τὰ ὅρια ἐπὶ Γαιθβωρ καὶ ἐπὶ Σαλιμ κατὰ θάλασσαν καὶ Βαιθσαμυς, καὶ ἔσται αὐτοῦ ἡ διέξοδος τῶν ὁρίων ὁ Ιορδάνης.