Ancient Greek · ~7 min
19.23 to 19.46
Septuaginta, Josue 19.23-46
Not analysed yet
αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Ισσαχαρ κατὰ δήμους αὐτῶν, αἱ πόλεις καὶ αἱ κῶμαι αὐτῶν. Καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ πέμπτος Ασηρ . καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν ἐξ Ελεκεθ καὶ Αλεφ καὶ Βαιθοκ καὶ Κεαφ καὶ Ελιμελεκ καὶ Αμιηλ καὶ Μαασα καὶ συνάψει τῷ Καρμήλῳ κατὰ θάλασσαν καὶ τῷ Σιων καὶ Λαβαναθ καὶ ἐπιστρέψει ἀπ’ ἀνατολῶν ἡλίου καὶ Βαιθεγενεθ καὶ συνάψει τῷ Ζαβουλων καὶ ἐκ Γαι καὶ Φθαιηλ κατὰ βορρᾶν, καὶ εἰσελεύσεται ὅρια Σαφθαιβαιθμε καὶ Ιναηλ καὶ διελεύσεται εἰς Χωβα μασομελ καὶ Ελβων καὶ Ρααβ καὶ Εμεμαων καὶ Κανθαν ἕως Σιδῶνος τῆς μεγάλης, καὶ ἀναστρέψει τὰ ὅρια εἰς Ραμα καὶ ἕως πηγῆς Μασφασσατ καὶ τῶν Τυρίων, καὶ ἀναστρέψει τὰ ὅρια ἐπὶ Ιασιφ, καὶ ἔσται ἡ διέξοδος αὐτοῦ ἡ θάλασσα καὶ ἀπὸ Λεβ καὶ Εχοζοβ καὶ Αρχωβ καὶ Αφεκ καὶ Ρααυ. αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Ασηρ κατὰ δήμους αὐτῶν, πόλεις καὶ αἱ κῶμαι αὐτῶν. Καὶ τῷ Νεφθαλι ἐξῆλθεν ὁ κλῆρος ὁ ἕκτος. καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν Μοολαμ καὶ Μωλα καὶ Βεσεμιιν καὶ Αρμε καὶ Ναβωκ καὶ Ιεφθαμαι ἕως Δωδαμ, καὶ ἐγενήθησαν αἱ διέξοδοι αὐτοῦ ὁ Ιορδάνης· καὶ ἐπιστρέψει τὰ ὅρια ἐπὶ θάλασσαν Εναθ Θαβωρ καὶ διελεύσεται ἐκεῖθεν Ιακανα καὶ συνάψει τῷ Ζαβουλων ἀπὸ νότου καὶ Ασηρ συνάψει κατὰ θάλασσαν, καὶ ὁ Ιορδάνης ἀπ’ ἀνατολῶν ἡλίου. καὶ αἱ πόλεις τειχήρεις τῶν Τυρίων Τύρος καὶ Ωμαθα, Δακεθ καὶ Κενερεθ καὶ Αρμαιθ καὶ Αραηλ καὶ Ασωρ καὶ Καδες καὶ Ασσαρι καὶ πηγὴ Ασορ καὶ Κερωε καὶ Μεγαλα, Αριμ καὶ Βαιθθαμε καὶ Θεσσαμυς. αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Νεφθαλι. Καὶ τῷ Δαν ἐξῆλθεν ὁ κλῆρος ὁ ἕβδομος. καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν Σαραθ καὶ Ασα, πόλεις Σαμμαυς καὶ Σαλαβιν καὶ Αμμων καὶ Σιλαθα καὶ Αιλων καὶ Θαμναθα καὶ Ακκαρων καὶ Αλκαθα καὶ Βεγεθων καὶ Γεβεελαν καὶ Αζωρ καὶ Βαναιβακατ καὶ Γεθρεμμων, καὶ ἀπὸ θαλάσσης Ιερακων ὅριον πλησίον Ιόππης.