Ancient Greek · ~7 min
1.1 to 1.16
Septuaginta, Machabaeorum I 1.1-16
Not analysed yet
ΚAI ἐγένετο μετὰ τὸ πατάξαι Ἀλέξανδρον τὸν Φιλίππου τὸν Μακεδόνα, ὃς ἐξῆλθεν ἐκ τῆς γῆς Χεττιείμ, καὶ ἐπάταξεν τὸν Δαρεῖον βασιλέα Περσῶν καὶ Μήδων, καὶ ἐβασίλευσεν ἀντʼ αὐτοῦ πρότερον ἐπὶ τὴν Ἑλλάδα. καὶ συνεστήσατο πολέμους πολλούς, καὶ ἐκράτησεν ὀχυρωμάτων, καὶ ἔσφαξεν βασιλεῖς, καὶ διῆλθεν ἕως ἄκρων τῆς γῆς. καὶ ἔλαβεν σκῦλα πλήθους ἐθνῶν· καὶ ἡσύχασεν ἡ γῆ ἐνώπιον αὐτοῦ, καὶ ὑψώθη, καὶ ἐπήρθη ἡ καρδία αὐτοῦ· καὶ συνῆξεν δυνάμιν ἰσχυρὰν σφόδρα, καὶ ἦρξεν χωρῶν καὶ ἐθνῶν καὶ τυραννιῶν, καὶ ἐγένοντο αὐτῷ εἰς φόρον. καὶ μετὰ ταῦτα ἔπεσεν ἐπὶ τὴν κοίτην, καὶ ἔγνω ὅτι ἀποθνήσκει. καὶ ἐκάλεσεν τοὺς παῖδας αὐτοῦ τοὺς ἐνδόξους τοὺς συνεκτρόφους αὐτοῦ ἀπὸ νεότητος, καὶ διεῖλεν αὐτοῖς τὴν βασιλείαν αὐτοῦ ἔτι ζῶντος αὐτοῦ. καὶ ἐβασίλευσεν Ἀλέξανδρος ἔτη δώδεκα, καὶ ἀπέθανεν. καὶ ἐπεκράτησαν οἱ παῖδες αὐτοῦ, ἕκαστος ἐν τῷ τόπῳ αὐτοῦ· καὶ ἐπέθεντο πάντες διαδήματα μετὰ τὸ ἀποθανεῖν αὐτόν, καὶ οἱ υἱοὶ αὐτῶν ὀπίσω αὐτῶν ἔτη πολλά· καὶ ἐπλήθυναν κακὰ ἐν τῇ γῆ. Καὶ ἐξῆλθεν ἐξ αὐτῶν ῥίζα ἁμαρτωλὸς Ἀντίοχος Ἐπιφανής, υἱὸς Ἀντιόχου τοῦ βασιλέως, ὃς ἦν ὅμηρα ἐν τῆ Ῥώμῃ. καὶ ἐθασίλευσεν ἔτει ἑκατοστῷ καὶ ἑβδόμῳ καὶ τριακοστῷ βασιλείας Ἑλλήνων. Ἐν ταῖς ἡμέραις ἐκείναις ἐξῆλθεν ἐξ Ἰσραὴλ υἱὸς παράνομος, καὶ ἀνέπεισαν πολλοὺς λέγοντες Πορευθῶμεν καὶ διαθώμεθα διαθήκην μετὰ τῶν ἐθνῶν τῶν κύκλῳ ἡμῶν· ὅτι ἀφʼ ἧς ἐχωρίσθημεν ὑπʼ αὐτῶν, εὗρεν ἡμᾶς κακὰ πολλά. καὶ ἠγαθύνθη ὁ λόγος ἐν ὀφθαλμοῖς αὐτῶν· καὶ προεθυμήθησάν τινες ἀπὸ τοῦ λαοῦ, καὶ ἐπορεύθησαν πρὸς τὸν βασιλέα· καὶ ἔδωκαν αὐτοῖς ἐξουσίαν ποιῆσαι τὰ δικαιώματα τῶν ἐθνῶν. καὶ ᾠκοδόμησαν γυμνάσιον ἐν Ἰεροσολύμοις κατὰ τὰ νόμιμα τῶν ἐθνῶν. καὶ ἐποίησαν ἑαυτοῖς ἀκροβυστίαν, καὶ ἀπέστησαν ἀπὸ διαθήκης ἁγίας· καὶ ἐζευγίσθησαν τοῖς ἔθνεσιν, καὶ ἐπράθησαν ποιῆσαι πονῃρόν. Καὶ ἡτοιμάσθη ἡ βασιλεία ἐνώπιον Ἀντιόχου· καὶ ὑπέλαβεν βασιλεῦσαι γῆς Αἰγύπτου, ὅπως βασιλεύσῃ ἐπὶ τὰς δύο βασιλείας.