Ancient Greek · ~7 min
1.17 to 1.32
Septuaginta, Machabaeorum I 1.17-32
Not analysed yet
καὶ εἰσῆλθεν εἰς Αἴγυπτον ὄχλῳ βαρεῖ, ἐν ἅρμασιν καὶ ἐλέφανσιν καὶ ἐν ἱππεῦσιν καὶ ἐν στόλῳ μεγάλῳ. καὶ συνεστήσατο πόλεμον πρὸς Πτολεμαῖον τὸν βασιλέα Αἰγύπτου· καὶ ἐνετράπη Πτολεμαῖος ἀπὸ προσώπου αὐτοῦ καὶ ἔφυγεν, καὶ ἔπεσαν τραυματίαι πολλοί. καὶ κατελάβοντο τὰς πόλεις τὰς ὀχυρὰς ἐν γῇ Αἰγύπτῳ· καὶ ἔλαβεν τὰ σκῦλα γῆς Αἰγύπτου. Καὶ ἐπέστρεψεν Ἀντίοχος μετὰ τὸ πατάξαι Αἴγυπτον ἐν τῷ ἑκατοστῷ καὶ τεσσερακοστῷ καὶ τρίτῳ ἔτει· καὶ ἀνέβη ἐπὶ Ἰσραὴλ καὶ Ἰεροσόλυμα ἐν ὄχλῳ βαρεῖ καὶ εἰσῆλθεν εἰς τὸ ἁγίασμα ἐν ὑπερηφανίᾳ, καὶ ἔλαβεν τὸ θυσιαστήριον τὸ χρυσοῦν, καὶ τὴν λυχνίαν τοῦ φωτὸς καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ τὴν τράπεζαν τῆς προθέσεως καὶ τὰ σπόνδια καὶ τὰς φιάλας καὶ τὰς θυίσκας τὰς χρυσᾶς καὶ τὸ καταπέτασμα καὶ τοὺς στεφάνους καὶ τὸν κόσμον τὸν χρυσοῦν τὸν κατὰ πρόσωπον τοῦ ναοῦ, καὶ ἐλέπισεν πάντα· καὶ ἔλαβεν τὸ ἀργύριον καὶ τὸ χρυσίον, καὶ τὰ σκεύη τὰ ἐπιθυμητά· καὶ ἔλαβεν τοὺς θησαυροὺς τοὺς ἀποκρύφους οὓς εὗρεν. καὶ λαβὼν πάντα ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ. καὶ ἐποίησαν φονοκτονίαν, καὶ ἐλάλησαν ὑπερηφανίαν μεγάλην. καὶ ἐγένετο πένθος μέγα ἐπὶ Ἰσραὴλ ἐν παντὶ τόπῳ αὐτῶν· καὶ ἐστέναξαν ἄρχοντες καὶ πρεσβύτεροι, παρθένοι καὶ νεανίσκοι ἠσθένησαν, καὶ τὸ κάλλος τῶν γυναικῶν ἠλλοιώθη. πᾶς νυμφίος ἀνέλαβεν θρῆνον· καθημένη ἐν παστῷ ἐγένετο ἐν πένθει. καὶ ἐσείσθη ἡ γῆ ἐπὶ τοὺς κατοικοῦντας αὐτήν· καὶ πᾶς ὁ οἶκος Ἰακὼβ ἐνεδύσατο αἰσχύνην. Μετὰ δύο ἔτη ἡμερῶν ἀπέστειλεν ὁ βασιλεὺς ἄρχοντα φορολογίας εἰς τὰς πόλεις Ἰούδα· καὶ ἦλθεν εἰς Ἰερουσαλὴμ ἐν ὄχλῳ βαρεῖ. καὶ ἐλάλησεν αὐτοῖς λόγους εἰρηνικοὺς ἐν δόλῳ, καὶ ἐπίστευσαν αὐτῷ, καὶ ἐπέπεσεν ἐπὶ τὴν πόλιν ἐξάπινα, καὶ ἐπάταξεν αὐτὴν πληγὴν μεγάλην, καὶ ἀπώλεσεν λαὸν πολὺν ἐξ Ἰσραήλ. καὶ ἔλαβεν τὰ σκῦλα τῆς πόλεως καὶ ἐνεπύρισεν αὐτὴν πυρί, καὶ καθεῖλεν τοὺς οἴκους αὐτῆς καὶ τὰ τείχη αὐτῆς κύκλῳ, καὶ ᾐχμαλώτευσεν τὰς γυναῖκας καὶ τὰ τέκνα· καὶ τὰ κτήνη ἐκληρονόμησαν.