Ancient Greek · ~7 min
10.1 to 10.18
Septuaginta, Machabaeorum I 10.1-18
Not analysed yet
Καὶ ἐν ἔτει ἑξηκοστῷ καὶ ἑκατοστῷ ἀνέβη Ἀλέξανδρος ὁ τοῦ Ἀντιόχου ὁ Ἐπιφανής, καὶ κατελάβετο Πτολεμαίδα, καὶ ἐπεδέξαντο αὐτὸν καὶ ἐβασίλευσεν ἐκεῖ καὶ ἤκουσεν Δημήτριος ὁ βασιλεύς, καὶ συνήγαγεν δυνάμεις πολλὰς σφόδρα, καὶ ἐξῆλθεν εἰς συνάντησιν αὐτῷ εἰς πόλεμον. καὶ ἀπέστειλεν πρὸς Ἰωναθὰν ἐπιστολὰς Δημήτριος λόγοις εἰρηνικοῖς, ὥστε μεγαλῦναι αὐτόν, εἶπεν γάρ Προφθάσωμεν τοῦ εἰρήνην θεῖναι μετʼ αὐτῶν, πρὶν ἢ θεῖναι αὐτὸν μετὰ Ἀλεξάνδρου καθʼ ἡμῶν. μνησθήσεται γὰρ πάντων τῶν κακῶν ὧν συνετελέσαμεν πρὸς αὐτόν, καὶ εἰς τοὺς ἀδελφοὺς αὐτοῦ καὶ εἰς τὸ ἔθνος αὐτοῦ. καὶ ἔδωκεν αὐτῷ ἐξουσίαν συναγαγεῖν δυνάμεις, καὶ κατασκευάζειν ὅπλα, καὶ εἶναι αὐτὸν σύμμαχον αὐτοῦ, καὶ τὰ ὅμηρα τὰ ἐν τῇ ἄκρᾳ εἶπεν παραδοῦναι αὐτῷ. Καὶ ἦλθεν Ἰωναθὰν ἐν Ἰερουσαλήμ, καὶ ἀνέγνω τὰς ἐπιστολὰς εἰς τὰ ὦτα παντὸς τοῦ λαοῦ καὶ τῶν ἐκ τῆς ἄκρας. καὶ ἐφοβήθησαν φόβον μέγαν, ὅτε ἤκουσαν ὅτι ἔδωκεν αὐτοῖς ὁ βασιλεὺς ἐξουσίαν συναγαγεῖν δυνάμεις. καὶ παρέδωκαν οἱ ἐκ τῆς ἄκρας Ἰωναθὰν τὰ ὅμηρα, καὶ ἀπέδωκαν αὐτοὺς τοῖς γονεῦσιν αὐτῶν. καὶ ᾤκησεν Ἰωναθὰν ἐν Ἰερουσαλήμ, καὶ ἤρξατο οἰκοδομεῖν καὶ καινίζειν τὴν πόλιν. καὶ εἶπεν πρὸς τοὺς ποιοῦντας τὰ ἔργα οἰκοδομεῖν τὰ τείχη καὶ τὸ ὄρος Σιὼν κυκλόθεν ἐκ λίθων τετραγώνων εἰς ὀχύρωσιν, καὶ ἐποίησαν οὕτως. καὶ ἔφυγον οἱ ἀλλογενεῖς οἱ ὄντες ἐν τοῖς ὀχυρώμασιν οἷς οἰκοδόμησεν ὁ Βακχίδης. καὶ κατέλειπεν ἕκαστος τὸν τόπον αὐτοῦ, καὶ ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ. πλὴν ἐν Βεθσούροις ὑπελείφθησάν τινες τῶν καταλειπόντων τὸν νόμον καὶ τὰ προστάγματα· ἦν γὰρ αὐτοῖς φυγαδευτήριον. Καὶ ἤκουσεν ὁ βασιλεὺς Ἀλέξανδρος τὰς ἐπαγγελίας ὅσας ἀπέστειλεν Δημήτριος τῷ Ἰωναθάν, καὶ διηγήσαντο αὐτῷ τοὺς πολέμους καὶ τὰς ἀνδραγαθίας ἂς ἐποίησεν αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ τοὺς κόπους οὓς ἔσχοσαν. καὶ εἶπεν Μὴ εὑρήσομεν ἄνδρα τοιοῦτον ἕνα; καὶ νῦν ποιήσαωμεν αὐτὸν φίλον καὶ σύμμαχον ἡμῶν. καὶ ἔγραψεν ἐπιστολὰς καὶ ἀπέστειλεν αὐτῷ κατὰ τοὺς λόγους τούτους λέγων Βασιλεὺς Ἀλέξανδρος τῷ ἀδελφῷ Ἰωναθὰν χαίρειν.