Ancient Greek · ~7 min
9.60 to 9.73
Septuaginta, Machabaeorum I 9.60-73
Not analysed yet
καὶ ἀπῆρεν τοῦ ἐλθεῖν μετὰ δυνάμεως πολλῆς, καὶ ἀπέστειλεν ἐπιστολὰς λάθρα πᾶσι τοῖς συμμάχοις αὐτοῦ τοῖς ἐν τῇ Ἰουδαία, ὅπως συλλάββωσιν τὸν Ἰωναθὰν καὶ τοὺς σὺν αὐτῷ· καὶ οὐκ ἠδύνατο, ὅτι ἐγνώσθη αὐτοῖς ἡ βουλὴ αὐτῶν. καὶ συνέλαβον ἀπὸ τῶν ἀνδρῶν τῆς χώρας τῶν ἀρχηγῶν τῆς κακίας εἰς πεντήκοντα ἄνδρας, καὶ ἀπέκτεινεν αὐτούς. καὶ ἐξεχώρησεν Ἰωναθὰν καὶ Σίμων καὶ οἱ μετʼ αὐτοῦ εἰς Βεθβασὶ τὴν ἐν τῇ ἐρήμῳ, καὶ ᾠκοδόμησεν τὰ καθῃρημένα αὐτῆς, καὶ ἐστερέωσεν αὐτήν. καὶ ἔγνω Βακχίδης καὶ συνήγαγεν πᾶν τὸ πλῆθος αὐτοῦ, καὶ τοῖς ἐκ τῆς Ἰουδαίας παρήγγειλεν. καὶ ἐλθὼν παρενέβαλεν ἐπὶ Βεθβασί, καὶ ἐπολέμησεν αὐτὴν ἡμέρας πολλὰς καὶ ἐποίησεν μηχανάς. καὶ ἀπέλειπεν Ἰωναθὰν Σίμωνα τὸν ἀδελφὸν αὐτοῦ ἐν τῇ πόλει, καὶ ἐξῆλθεν εἰς τὴν χώραν. καὶ ἦλθεν ἀριθμῷ. καὶ ἐπάταξεν Ὀδομηρὰ καὶ τοὺς ἀδελφοὺς αὐτοῦ καὶ τοὺς υἱοὺς Φασιρὼν ἐν τῷ σκηνώματι αὐτῶν, καὶ ἐξήρξατο τύπτειν καὶ ἀναβαίνειν ἐν ταῖς δυνάμεσιν. καὶ Σίμων καὶ οἱ μετʼ αὐτοῦ ἐξῆλθον ἐκ τῆς πόλεως, καὶ ἐνεπύρισαν τὰς μηχανάς. καὶ ἐπολέμησαν πρὸς τὸν Βακχίδην, καὶ συνετρίβη ὑπʼ αὐτῶν, καὶ ἔθλιββον αὐτὸν σφόδρα, ὅτι ἦν ἡ βουλὴ αὐτοῦ καὶ ἡ ἔφοδος αὐτοῦ κενή. καὶ ὠργίσθησαν θυμῷ τοῖς ἀνδράσιν τοῖς ἀνόμοις τοῖς συμβουλεύσασιν αὐτῷ ἐλθεῖν εἰς τὴν χώραν, καὶ ἀπέκτειναν ἐξ αὐτῶν πολλούς, καὶ ἐβουλεύσατο τοῦ ἀπελθεῖν εἰς τὴν γῆν αὐτοῦ. καὶ ἐπέγνω Ἰωναθάν, καὶ ἀπέστειλεν πρὸς αὐτὸν πρέσβεις, τοῦ συνθέσθαι πρὸς αὐτὸν εἰρήνην καὶ ἀποδοῦναι αὐτοῖς τὴν αἰχμαλωσίαν. καὶ ἀπεδέξατο, καὶ ἐποίησεν κατὰ τοὺς λόγους αὐτοῦ, καὶ ὤμοσεν αὐτῷ μὴ ἐκζητῆσαι αὐτῷ κακὸν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ. καὶ ἀπέδωκεν αὐτῷ τὴν αἰχμαλωσίαν ἣν ᾐχμαλώτευσεν τὸ πρότερον ἐκ γῆς Ἰούδα· καὶ ἀποστρέψας ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ, καὶ οὐ προσέθετο ἔτι ἐλθεῖν εἰς τὰ ὅρια αὐτῶν. καὶ κατέπαυσεν ῥομφαία ἐξ Ἰσραήλ, καὶ ᾤκησεν Ἰωναθὰν ἐν Μαχμάς· καὶ ἤρξατο Ἰωναθὰν κρίνειν τὸν λαὸν καὶ ἠφάνισεν τοὺς ἀσεβεῖς ἐξ Ἰσραήλ.