Ancient Greek · ~7 min
11.31 to 11.41
Septuaginta, Machabaeorum I 11.31-41
Not analysed yet
τὸ ἀντίγραφον τῆς ἐπιστολῆς, ἧς ἐγράψαμεν Λασθένει τῷ συγγενεῖ ἡμῶν περὶ ὑμῶν, γεγράφαμεν καὶ πρὸς ὑμᾶς, ὅπως ἴδητε Βασιλεὺς Δημήτριος Λασθένει τῷ πατρὶ χαίρειν. τῷ ἔθνει τῶν Ἰουδαίων φίλοις ἡμῶν καὶ συντηροῦσι τὰ πρὸς ἡμᾶς δίκαια ἐκρίναμεν ἀγαθοποιῆσαι, χάριν τῆς ἑαυτῶν εὐνοίας πρὸς ἡμᾶς. θστάκαμεν οὖν αὐτοῖς τὰ ὅρια τῆς Ἰουδαίας καὶ τοὺς τρεῖς νομούς, Ἀφαίρεμα καὶ Λύδδα καὶ Ῥαθαμείν· προσετέθησαν τῇ Ἰουδαίᾳ ἀπὸ τῆς Σαμαρίτιδος· καὶ πάντα τὰ συγκυροῦντα αὐτοῖς πᾶσιν τοῖς θυσιάζουσιν εἰς Ἰεροσόλυμα, ἀντὶ τῶν βασιλικῶν ὧν ἐλάμβανεν ὁ βασιλεὺς παρʼ αὐτῶν τὸ πρότερον κατʼ ἐνιαυτὸν ἀπὸ τῶν γενημάτων τῆς γῆς καὶ τῶν ἀκροδρύων. καὶ τὰ ἄλλα τὰ ἀνήκοντα ἡμῖν ἀπὸ τοῦ νῦν τῶν δεκατῶν καὶ τῶν τελῶν τῶν ἀνηκόντων ἡμίν, καὶ τὰς τοῦ ἁλὸς λίμνας, καὶ τοὺς ἀνήκοντας ἡμῖν στεφάνους, πάντα ἐπαρκέσομεν αὐτοῖς. καὶ οὐκ ἀθετήσεται οὐδέν τούτων ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον. νῦν οὖν ἐπιμελεῖσθε τοῦ ποιῆσαι τούτων ἀντίγραφον, καὶ δοθήτω Ἰωναθάν, καὶ, τεθήτω ἐν ὄρει τῷ ἁγίῳ ἐν τόπῳ ἐπιτηδείῳ ἐπισήμῳ. Καὶ ἴδεν Δημήτριος ὁ βασιλεὺς ὅτι ἡσύχασεν ἡ γῆ ἐνώπιον αὐτοῦ καὶ οὐθὲν αὐτῷ ἀνθεστήκει, καὶ ἀπέλυσεν πάσας τὰς δυνάμεις αὐτοῦ, ἕκαστον εἰς τὸν ἴδιον τόπον, πλὴν τῶν ξένων δυνάμεων ὧν ἐξενολόγησεν ἀπὸ τῶν νήσων τῶν ἐθνῶν· καὶ ἤχθρασαν αὐτῶν πᾶσαι αἱ δυνάμεις αἱ ἀπὸ τῶν πατέρων. Γρύφαων δὲ ἦν τῶν παρὰ Ἀλεξάνδρου τὸ πρότερον, καὶ ἴδεν ὅτι πᾶσαι αἱ δυνάμεις καταγογγύζουσιν κατὰ τοῦ Δημητρίου, καὶ ἐπορεύθη πρὸς Σινμαλκουὴ τὸν Ἄραβα, ὃς ἔτρεφεν τὸν Ἀντίοχον τὸ παιδάριον τὸ τοῦ Ἀλεξάνδρου· καὶ προσήδρευεν αὐτῷ, ὅπως παραδοῖ αὐτὸν αἰτῷ, ὅπως βασιλεύσῃ ἀντὶ τοῦ πατρὸς αὐτοῦ· καὶ ἀπἡγγειλαν αὐτῷ ὅσα συνετέλεσεν Δημήτριος, καὶ τὴν ἔχθραν ἣν ἐχθραίνουσιν αὐτῷ αἱ δυνάμεις αὐτοῦ· καὶ ἔμεινεν ἐκεῖ ἡμέρας πολλάς. Καὶ ἀπέστειλεν Ἰωναθὰν πρὸς Δημήτριον τὸν βασιλέα, ἵνα ἐκβάλῃ τοὺς ἐκ τῆς ἄκρας ἐξ Ἰερουσαλὴμ καὶ τοὺς ἐν τοῖς ὀχυρώμασιν· ἦσαν γὰρ πολεμοῦντες τὸν Ἰσραήλ.