Ancient Greek · ~7 min
11.42 to 11.56
Septuaginta, Machabaeorum I 11.42-56
Not analysed yet
καὶ ἀπέστειλεν Δημήτριος πρὸς Ἰωναθὰν λέγων Οὐ μόνον ταῦτα ποιήσω σοι καὶ τῷ ἔθνει σου, ἀλλ᾿ ἢ δόξῃ δοξάσω σε καὶ τὸ ἔθνος σου, ἐὰν εὐκαιρίας τύχω. νῦν οὖν ὀρθῶς ποιήσεις ἀποστείλας ἡμῖν ἄνδρας οἳ συμμαχήσουσίν μοι, ὅτι ἀπέστησαν πᾶσαι αἱ δυνάμεις μου. καὶ ἀπέστειλεν Ἰωναθὰν ἄνδρας τρισχιλίους δυνατοὺς ἰσχύι αὐτῶν εἰς Ἀντιοχίαν, καὶ ἤλθοσαν πρὸς τὸν βασιλέι, καὶ ηὐφράνθη ὁ βασιλεὺς ἐπὶ τῇ ἐφόδῳ αὐτῶν. καὶ ἐπισυνήχθησαν οἱ ἐκ τῆς πόλεως εἰς μέσον τῆς πόλεως εἰς ἄνδρας δώδεκα μυριάδας, καὶ ἠβούλοντο ἀνελεῖν τὸν βασιλέα. καὶ ἔφυγεν ὁ βασιλεὺς εἰς τὴν αὐλήν, καὶ κατελάβοντο οἱ ἐκ τῆς πόλεως τὰς διόδους δῆς πόλεως, καὶ ἤρξαντο ἐκπολεμεῖν. καὶ ἐκάλεσεν ὁ βασιλεὺς τοὺς Ἰουδαίους ἐπὶ βοήθειαν, καὶ ἐπισυνήχθησαν πρὸς αὐτὸν πάντες ἅμα· καὶ διεσπάρησαν ἐν τῇ πόλει· καὶ ἀπέκτειναν ἐν τῇ πόλει ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς μυριάδας δέκα. καὶ ἐνεπύρισαν τὴν πόλιν, καὶ ἐλάβοσαν σκῦλα πολλὰ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, καὶ ἔσωσαν τὸν βασιλέα. καὶ ἴδον οἱ ἀπὸ τῆς πόλεως ὅτι κατεκράτησαν οἱ Ἰουδαῖοι τῆς πόλεως ὡς ἠβούλοντο, καὶ ἠσθένησαν ταῖς διανοίαις αὐτῶν, καὶ ἐκέκραξαν πρὸς τὸν βασιλέα μετὰ δεήσεως, λέγοντες Δὸς ἡμῖν δεξιάς, καὶ παυσάσθωσαν οἱ Ἰουδαῖοι πολεμοῦντες ἡμᾶς καὶ τὴν πόλιν. καὶ ἔριψαν τὰ ὅπλα, καὶ ἐποίησαν εἰρήνην· καὶ ἐδοξάσθησαν οἱ Ἰουδαῖοι ἐναντίον τοῦ βασιλέως καὶ ἐνώπιον πάντων τῶν ἐν τῇ βασιλειᾳ αὐτοῦ· καὶ ἐπέστρεψαν εἰς Ἰερουσαλὴμ ἔχοντες σκῦλα πολλά. καὶ ἐκάθισεν ὁ βασιλεὺς Δημήτριος ἐπὶ θρόνου τῆς βασιλείας αὐτοῦ, καὶ ἡσύχασεν ἡ γῆ ἐνώπιον αὐτοῦ· καὶ ἐψεύσατο πάντα ὅσα εἶπεν, καὶ ἠλλοτριώθη τῷ Ἰωναθὰν καὶ οὐκ ἀνταπέδωκεν τὰς εὐνοίας ἃς ἀνταπέδωκεν αὐτῷ, καὶ ἔθλιψεν αὐτὸν σφόδρα. Μετὰ δὲ ταῦτα ἀπέστρεψεν Τρύφων καὶ Ἀντίοχος μετʼ αὐτοῦ, παιδάριον νεώτερον· καὶ ἐβασίλευσεν, καὶ ἐπέθετο διάδημα. καὶ ἐπισυνήχθησαν πρὸς αὐτὸν πᾶσαι αἱ δυνάμεις ἃς ἀπεσκοράκισεν Δημήτριος, καὶ ἐπολέμησαν πρὸς αὐτόν, καὶ ἔφυγεν καὶ ἐτροπώθη· καὶ ἔλαβεν Τρύφων τὰ θηρία, καὶ κατεκράτησεν Ἀντιοχίας.