Ancient Greek · ~2 min
11.71 to 11.74
Septuaginta, Machabaeorum I 11.71-74
Not analysed yet
καὶ διέρρηξεν Ἰωναθὰν τὰ ἱμάτια αὐτοῦ, καὶ ἐπέθετο γῆν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ προσηύξατο. καὶ ἐπέστρεψεν πρὸς αὐτοὺς πολέμῳ, καὶ ἐτροπώσατο αὐτούς, καὶ ἔφυγον. καὶ ἴδον οἱ φυγόντες παρʼ αὐτοῦ, καὶ ἐπέστρεψαν πρὸς αὐτόν, καὶ ἐδίωκον μετʼ αὐτοῦ ἕως Κάδης ἕως τῆς παρεμβολῆς αὐτῶν, καὶ παρενέβαλον ἐκεῖ καὶ ἔπεσον ἐκ τῶν ἀλλοφύλων ἐν τῇ ἡμἐρᾳ ἐκείνῃ εἰς ἄνδρας τρισχιλίους· καὶ ἐπέστρέψεν Ἰωναθὰν εἰς Ἰερουσαλήμ.