Ancient Greek · ~7 min
11.57 to 11.70
Septuaginta, Machabaeorum I 11.57-70
Not analysed yet
καὶ ἔγραψεν Ἀντίοχος ὁ νεώτερος Ἰωνάθα λέγων Ἵστημί σοι τὴν ἀρχιερωσύνην, καὶ καθίστημί σε ἐπὶ τῶν τεσσάρων νομῶον, καὶ εἶυαί σε τῶν φίλων τοῦ βασιλέως. καὶ ἀπέστειλεν αὐτῷ χρυσώματα καὶ διακονίαν, καὶ ἔδωκεν αὐτῷ ἐξουσίαν πίνειν ἐν χρυσώμασιν καὶ εἶναι ἐν πορφύρᾳ καὶ ἔχειν πόρπην χρυσῆν. καὶ Σίμωνα τὸν ἀδελφὸν αὐτοῦ κατέστησεν στρατηγὸν ἀπὸ τῆς κλίμακος Ἰύρου ἔως τῶν ὁρίων Αἰγύπτου. καὶ ἐξῆλθεν Ἰωναθάν, καὶ διεπορεύετο πέραν τοῦ ποταμοῦ καὶ ἐν ταῖς πόλεσιν, καὶ ἡθροίσθησαν πρὸς αὐτὸν πᾶσαι αἱ δυνάμεις Συρίας εἰς συμμαχίαν· καὶ ἦλθεν εἰς Ἀσκάλωνα, καὶ ἀπήντησαν αὐτῷ οἱ ἐκ τῆς πόλεως ἐνδόξως. καὶ ἀπῆλθεν ἐκεῖθεν εἰς Γάζαν, καὶ ἀπέκλεισαν οἱ ἀπὸ Γάζης· καὶ περιεκάθισεν περὶ αὐτήν, καὶ ἐνεπύρισεν τὰ περιπόλια αὐτῆς ἐν πυρί, καὶ ἐσκύλευσεν αὐτάς· καὶ ἠξίωσαν οἱ ἀπὸ Γάζης Ἰωναθάν, καὶ ἔδωκεν αὐτοῖς δεξιάς· καὶ ἔλαβεν τοὺς υἱοὺς τῶν ἀρχόντων αὐτῶν εἰς ὅμηρα, καὶ ἐξαπέστειλεν αὐτοὺς εἰς Ἰερουσαλήμ, καὶ διῆλθεν τὴν χώραν ἕως Δαμασκοῦ. Καὶ ἤκουσεν Ἰωναθὰν ὅτι παρῆσαν οἱ ἄρχοντες Δημητρίου εἰς Κῆδες τὴν ἐν τῇ Γαλιλαίᾳ μετὰ δυνάμεως πολλῆς, βουλόμενοι μεταστῆσαι αὐτὸν τῆς χρείας. καὶ συνήντησεν αὐτοῖς, τὸν δὲ ἀδελφὸν αὐτοῦ Σίμωνα κατέλειπεν ἐν τῇ χώρᾳ. καὶ παρενέβαλεν Σίμων ἐν Βεθσούρᾳ, καὶ ἐπολέμει αὐτὴν ἡμέρας πολλὰς καὶ συνέκλεισεν αὐτήν. καὶ ἠξίωσαν αὐτὸν τοῦ δεξιὰς λαβεῖν, καὶ ἔδωκεν αὐτοῖς· καὶ ἐξέβαλεν αὐτοὺς ἐκεῖθεν καὶ κατελάβετο τὴν πόλιν, καὶ ἔθετο ἐπʼ αὐτὴν φρουράν. καὶ Ἰωναθὰν καὶ ἡ παρεμβολὴ αὐτοῦ παρενέβαλον ἐπὶ τὸ ὕδωρ τοῦ Γεννησάρ· καὶ ὤρθρισαν τὸ πρωὶ εἰς τὸ πεδίον Νασώρ· καὶ ἰδοὺ παρεμβολὴ ἀλλοφύλων ἀπήντα αὐτῷ ἐν τῷ πεδίῳ, καὶ ἐξέβαλον ἔνεδρον ἐπʼ αὐτὸν ἐν τοῖς ὄρεσιν, αὐτοὶ δὲ ἀπήντησαν ἐξ ἐναντίας. τὰ δὲ ἔνεδρα ἐξανέστησαν ἐκ τῶν τόπων ἑαυτῶν, καὶ συνῆψαν πόλεμον· καὶ ἔφυγον οἱ παρὰ Ἰωνάθου πάντες· οὐδὲ εἰς κατελείφθη ἀπʼ αὐτῶν, πλὴν Ματταθίας ὁ τοῦ Ἀψαλώμου καὶ Ἰούδας ὁ τοῦ Χαλφεί, ἄρχοντες τῆς στρατιᾶς τῶν δυνάμεων.