Ancient Greek · ~7 min
12.17 to 12.33
Septuaginta, Machabaeorum I 12.17-33
Not analysed yet
ἐνετειλάμεθα οὖν αὐτοῖς καὶ πρὸς ὑμᾶς πορευθῆναι καὶ ἀσπάσασθαι ὑμᾶς, καὶ ἀποδοῦναι ὑμῖν τὰς παρʼ ἡμῶν ἐπιστολὰς περὶ τῆς ἀνανεώσεως καὶ τῆς ἀδελφότητος ἡμῶν. καὶ νῦν καλῶς ποιήσετε ἀντιφωνήσαντες ἡμῖν πρὸς ταῦτα. Καὶ τοῦτο τὸ ἀντίγραφον τῶν ἐπιστολῶν ὧν ἀπέστειλαν Ὀνείᾳ Ἄρης βασιλεὺς Σπαρτιατῶν Ὀνείᾳ ἱερεῖ μεγάλῳ χαίρειν. εὑρέθη ἐν γραφῇ περί τε τῶν Σπαρτιατῶν καὶ Ἰουδαίων, ὅτι ἀδελφοὶ εἰσίν, καὶ ὅτι εἰσὶν ἐκ γένους Ἀβραάμ. καὶ νῦν ἀφʼ οὐ ἔγνωμεν ταῦτα, καλῶς ποιήσετε γράφοντες ἡμῖν περὶ τῆς εἰρήνης ὑμῶν. καὶ ἡμεῖς δὲ ἀντιγράφομεν ὑμῖν Tὰ κτήνη ὑμῶν καὶ ἡ ὕπαρξις ὑμῶν ἡμῖν ἐστιν, καὶ τὰ ἡμῶν ὑμῖν ἐστιν· ἐντελλόμεθα οὗν ὅπως ἀπαγγείλωσιν ὑμῖν κατὰ τὰ αὐτά. Καὶ ἤκουσεν Ἰωναθὰν ὅτι ἐπέστρεψαν οἱ ἄρχοντες Δημητρίου μετὰ δυνάμεως πολλῆς ὑπέρ τὸ πρότερον τοῦ πολεμῆσαι πρὸς αὐτόν. καὶ ἀπῆρεν ἐξ Ἰερουσαλήμ, καὶ ἀπήντησεν αὐτοῖς εἰς τὴν Ἁμαθειτιν χώραν· οὐ γὰρ ἔδωκεν αὐτοῖς ἀνοχὴν τοῦ ἐμβατεῦσαι εἰς τὴν χώραν αὐτοῦ. καὶ ἀπέστειλεν κατασκόπους εἰς τὴν παρεμβολὴν αὐτοῦ· καὶ ἐπέστρεψαν, καὶ ἀπήγγειλαν αὐτῷ ὅτι Οὕτως τάσσονται ἐπιπεσεῖν ἐπʼ αὐτοὺς τὴν νύκτα. ὡς δὲ ἔδυ ὁ ἥλιος, ἐπέταξεν Ἰωναθὰν τοῖς παρʼ αὐτοῦ γρηγορεῖν καὶ εἶναι ἐπὶ τοῖς ὅπλαις, ἑτοιμάζεσθαι εἰς πόλεμον δι᾿ ὅλης τῆς νυκτός· καὶ ἐξέβαλεν προφύλακας κύκλῳ τῆς παρεμβολῆς. καὶ ἤκουσαν οἱ ὑπεναντίοι ὅτι ἡτοίμασται Ἰωναθὰν καὶ οἱ παρʼ αὐτοῦ εἰς πόλεμον, καὶ ἐφοβήθησαν καὶ ἔπτηξαν τὴν καρδίαν αὐτῶν, καὶ ἀνέκαυσαν πυρὰς ἐν τῇ παρεμβολῇ αὐτῶν. Ἰωναθὰν δὲ καὶ οἱ παρʼ αὐτοῦ οὐκ ἔγνωσαν ἕως πρωί ἔβλεπον γὰρ τὰ φῶτα καιόμενα. καὶ κατεδίωξεν ὀπίσω αὐτῶν, καὶ οὐκ ἐκατελαβεν αὐτούς, διέβησαν γὰρ τὸν Ἐλεύθερον ποταμόν. καὶ ἐξέκλινεν Ἰωναθὰν ἐπὶ τοὺς Ἄραβας τοὺς καλουμένους Ζαβαδαίους, καὶ ἐπάταξεν αὐτούς, καὶ ἔλαβεν τὰ σκῦλα αὐτῶν. καὶ ἀναζεύξας ᾖλθεν εἰς Δαμασκόν, καὶ διώδευσεν ἐν πάσῃ τῇ χώρᾳ. καὶ Σίμων ἐξῆλθεν καὶ διώδευσεν ἕως Ἀσκάλωνος, καὶ τὰ πλησίον ὀχυρώματα, καὶ ἐξέκλινεν εἰς Ἰόππην καὶ προκατελάβετο αὐτήν.