Ancient Greek · ~7 min
12.34 to 12.47
Septuaginta, Machabaeorum I 12.34-47
Not analysed yet
ἤκουσεν γὰρ ὅτι βούλονται τὸ ὀχύρωμα παραδοῦναι τοῖς παρὰ Δημητρίου, καὶ ἔθετο ἐκεῖ φρουράν, ὅπως φυλάσσωσιν αὐτήν. Καὶ ἐπέστρεψεν Ἰωναθὰν καὶ 'ξεκκλησίασεν τοὺς πρεσβυτέρους τοῦ λαοῦ, καὶ ἐβουλεύσατο μετʼ αὐτῶν τοῦ οἰκοδομῆσαι ὀχυρώματα ἐν τῇ Ἰουδαία, καὶ προσυψῶσαι τὰ τείχη Ἰερουσαλήμ, καὶ ὑψῶσαι ὕψος μέγα ἀνὰ μέσον τῆς ἄκρας καὶ τῆς πόλεως εἰς τὸ διαχωρίσαι αὐτὴν τῆς πόλεως, ἵνα ἡ αὕτη κατὰ μόνας, ὅπως μήτε ἀγοράζωσιν μήτε πωλῶσιν. καὶ συνήχθησαν τοῦ οἰκοδομεῖν, καὶ ἔπεσεν τοῦ τείχους τοῦ χειμάρρου τοῦ ἐξ ἀπηλιώτου, καὶ ἐπεσκεύασεν τὸ καλούμενον Χαφεναθά. καὶ Σίμων ᾠκοδόμησεν τὴν Ἁδιδὰ ἐν τῆ σεφηλά, καὶ ὠχύρωσεν θύρας καὶ μοχλούς. Καὶ ἐζήτησεν Τρύφων βασιλεῦσαι τῆς Ἀσίας καὶ περιθέσθαι τὸ διάδημα καὶ ἐκτεῖναι χεῖρας ἐπὶ Ἀντίοχον τὸν βασιλέα. καὶ ηὐλαβήθη μή ποτε οὐκ ἐάσῃ αὐτὸν Ἰωναθὰν καὶ μὴ ποτε πολεμήσῃ πρὸς αὐτόν, καὶ ἐζήτει πόρον τοῦ συλλαββεῖν αὐτὸν τοῦ ἀποκτεῖναι· καὶ ἀπάρας ἦλθεν εἰς Βεθσά. καὶ ἐξῆλθεν Ἰωναθὰν εἰς ἀπάντησιν αὐτῷ ἐν τεσσεράκοντα χιλιάσιν ἀνδρῶν ἐπιλελεγμέναις εἰς παράταξιν, καὶ ἦλθεν εἰς Βεθσά. καὶ εἶδεν Τρύφων ὅτι πάρεστιν μετὰ δυνάμεως πολλῆς, καὶ ἐκτεῖναι χεῖρας ἐπʼ αὐτὸν ηὐλαβήθη. καὶ ἐπεδέξατο αὐτὸν ἐνδόξως, καὶ συνέστησεν αὐτὸν πᾶσιν τοῖς φίλοις αὐτοῦ, καὶ ἔδωκεν αὐτῷ δόματα, καὶ ἐπέταξεν τοῖς φίλοις αὐτοῦ καὶ ταῖς δυνάμεσιν αὐτοῦ ὑπακούειν αὐτῷ ὡσαύτως. καὶ εἶπεν τῷ Ἰωναθάν Ἵνα τί ἔκοψας πάντα τὸν λαὸν τοῦτον πολέμου μὴ ἐνεστηκότος ἡμῖν; καὶ νῦν ἀπόστειλον αὐτοὺς εἰς τοὺς οἴκους αὐτῶν, ἐπίλεξον δέ σεαυτῷ ἄνδρας ὀλίγους οἴτιωες ἔσονται μετὰ σοῦ· καὶ δεῦρο μετʼ ἐμοῦ εἰς Πτολεμαίδα, καὶ παραδώσω σοι αὐτὴν καὶ τὰ λοιπὰ ὀχυρώματα καὶ τὰς δυνάμεις τὰς πολλὰς καὶ πάντας τοὺς ἐπὶ τῶν χρειῶν, καὶ ἐπιστρέψας ἀπελεύσομαι· τούτου γὰρ χάριν πάρειμι. καὶ ἐμπιστεύσας αὐτῷ ἐποίησεν καθὼς εἶπεν, καὶ ἐξαπέστειλεν τὰς δυνάμεις, καὶ ἀπῆλθον εἰς γῆν Ἰούδα. κατέλειπεν δὲ μεθʼ ἑαυτοῦ ἄνδρας τρισχιλίους· ὡς δισχιλίους ἀφῆκεν ἐν τῇ Γαλιλαίᾳ, χίλιοι δὲ συνῆλθον αὐτῷ.