Ancient Greek · ~7 min
13.1 to 13.16
Septuaginta, Machabaeorum I 13.1-16
Not analysed yet
Καὶ ἤκουσεν Σίμων ὅτι συνήγαγεν Τρύφων δύναμιν πολλὴν τοῦ ἐλθεῖν εἰς γῆν Ἰούδα τοῦ ἐκτρίψαι αὐτὴν. καὶ εἶδεν τὸν λαὸν ὅτι ἐστὶν ἔντρομος καὶ ἔκφοβος, καὶ ἀνέβη εἰς Ἰερουσαλὴμ καὶ ἤθροισεν τὸν λαόν· καὶ παρεκάλεσεν αὐτούς, καὶ εἶπεν αὐτοῖς Αὐτοὶ οἴδατε ὅσα ἐγὼ καὶ οἱ ἀδελφοί μου καὶ οἶκος τοῦ πατρός μου ἐποιήσαμεν περὶ τῶν νόμων καὶ τῶν ἁγίων, καὶ τοὺς πολέμους καὶ τὰς στενοχαωρίας. τούτου χάριν ἀπώλοντο οἱ ἀδελφοί μου πάντες χάριν τοῦ Ἰσραήλ, καὶ κατελείφθην ἐγὼ μόνος. καὶ νῦν μὴ μοι γένοιτο φείσασθαί μου τῆς ψυχῆς ἐν παντὶ καιρῷ θλίψεως· οὐ γάρ εἰμι κρείσσων τῶν ἀδελφῶν μου. πλὴν ἐκδικήσω περὶ τοῦ ἔθνους μου καὶ περὶ τῶν ἁγίων καὶ περὶ τῶν γυναικῶν καὶ τῶν τέκνων ἡμῶν, ὅτι συνήχθησαν πάντα τὰ ἔθνη ἐκτρίψαι ἡμᾶς ἔχθρας χάριν. καὶ ἀνεζωπύρισεν τὸ πνεῦμα τοῦ λαοῦ αὐτοῦ ἀκοῦσαι τῶν λόγων τούτων· καὶ ἀπεκρίθησαν φωνῇ μεγάλῃ λέγοντες Σὺ εἶ ἡμῶν ἡγούμενος ἀντὶ Ἰούδου καὶ Ἰωνάθου τοῦ ἀδελφοῦ σου· πολέμησον τὸν πόλεμον ἡμῶν, καὶ πάντα ὅσα ἐὰν εἴπῃς ἡμῖν ποιήσομεν. καὶ συνήγαγεν πάντας τοὺς ἄνδρας τοὺς πολεμιστάς, καὶ ἐτάχυνεν τοῦ τελέσαι τὰ τείχη Ἰερουσαλήμ, καὶ ὀχύρωσεν αὐτὴν κυκλόθεν. καὶ ἀπέστειλεν Ἰωναθὰν τὸν τοῦ Ἀψαλώμου καὶ μετʼ αὐτοῦ δύναμιν ἱκανὴν εἰς Ἰόππην, καὶ ἐξέβαλεν τοὺς ἐν αὐτῇ ὄντας, καὶ ἔμεινεν ἐκεῖ ἐν αὐτῇ. Καὶ ἀπῆρεν Τρύφων ἀπὸ Πτολεμαίδος μετὰ δυνάμεως πολλῆς εἰσελθεῖν εἰς γῆν Ἰούδα, καὶ Ἰωναθὰν μετʼ αὐτοῦ ἐν φυλακῇ· Σίμων δὲ παρενέβαλεν ἐν Ἀδίδοις κατὰ προσώπου τοῦ πεδίου. καὶ ἐπέγνω Τρύφων ὅτι ἀνέστη Σίμων ἀντὶ Ἰωνάθου τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ ὅτι συνάπτειν αὐτῷ μέλλει εἰς πόλεμον· καὶ ἀπέστειλεν πρὸς αὐτὸν πρέσβεις, λέγων Περὶ ἀργυρίου οὗ ὥφειλεν Ἰωναθὰν ἀδελφός σου εἰς τὸ βασιλικόν, δι᾿ ἃς εἶχεν χρείας. συνέχομεν αὐτόν. καὶ νῦν ἀπόστειλον ἀργυρίου ἑκατὸν τάλαντα καὶ δύο τῶν υἱῶν αὐτοῦ ὅμηρα, ὅπως μὴ ἀφεθεὶς ἀποστατήσει ἀφʼ ἡμῶν, καὶ ἀφήσομεν αὐτόν.