Ancient Greek · ~3 min
12.48 to 12.53
Septuaginta, Machabaeorum I 12.48-53
Not analysed yet
Ὡς δὲ εἰσῆλθεν Ἰωναθὰν εἰς Πτολεμαίδα, ἀπέκλεισαν οἱ Πτολεμαῖται τὰς πύλας, καὶ συνέλαβον αὐτόν, καὶ πάντας τοὺς συνελθόντας μετʼ αὐτοῦ ἀπέκτειναν ἐν ῥομφαίᾳ. καὶ ἀπέστειλεν Τρύφων δυνάμεις καὶ ἵππον εἰς Γαλιλαίαν εἰς τὸ πεδίον τὸ μέγα, τοῦ ἀπολέσαι πάντας τοὺς παρὰ Ἰωνάθου. καὶ ἐπέγνωσαν ὅτι συνελήμφθη καὶ ἀπόλωλεν, καὶ οἱ μετʼ αὐτοῦ· καὶ παρεκάλεσαν ἑαυτούς, καὶ ἐπορεύοντο συνεστραμμένοι ἕτοιμοι εἰς πόλεμον. καὶ ἴδον οἱ διώκοντες ὅτι περὶ ψυχῆς ἐστιν αὐτοῖς· καὶ ἐπέστρεψαν. καὶ ἦλθον πάντες μετ᾿ εἰρήνης εἰς γῆν Ἰούδα, καὶ ἐπένθησαν τὸν Ἰωναθὰν καὶ τοὺς μετʼ αὐτοῦ, καὶ ἐφοβήθησαν σφόδρα· καὶ ἐπένθησεν Ἰσραὴλ πένθος μέγα. καὶ ἐζήτησαν πάντα τὰ ἔθνη τὰ κύκλῳ αὐτῶν ἐκτρίψαι αὐτοὺς· εἶπαν γάρ Οὐκ ἔχουσιν ἄνδρα ἄρχοντα καὶ βοηθοῦντα· νῦν οὖν πολεμήσωμενν αὐτούς, καὶ ἐξαροῦμεν ἐξ ἀνθρόπων τὸ μνημόσυνον αὐτῶν.