Ancient Greek · ~7 min
2.1 to 2.18
Septuaginta, Machabaeorum I 2.1-18
Not analysed yet
Ἐν ταῖς ἡμέραις ἐκείναις ἀνέστη Ματταθίας Ἰωάννου τοῦ Συμεών, ἱερεὺς τῶν υἱῶν Ἰωαρείμ, ἀπὸ Ἰερουσαλήμ, καὶ ἐκάθισεν ἐν Μωδεείν. καὶ αὐτῷ υἱοὶ πέντε· Ἰωάννης ὁ ἐπικαλούμενος Γαδδίς, Σίμων ὁ καλούμενος Θασσίς, Ἰούδας ὁ καλούμενος Μακκαβαῖος, Ἐλεαὰρ ὁ καλούμενος Αὑαράν, Ἰωνάθας ὁ καλούμενος Σαφφούς. Καὶ δεν τὰς βλασφημίας τὰς γινομένας ἐν Ἰούδα καὶ ἐν Ἰερουσαλήμ· καὶ εἶπεν Οἴμοι, ἵνα τί τοῦτο ἐγενήθην ἰδεῖν τὰ συντρίμματα τοῦ λαοῦ μου καὶ τὸ σύντριμμα τῆς πόλεως τῆς ἁγίας, καὶ καθίσαι ἐκεῖ ἐν τῷ δοθῆναι αὐτὴν ἐν χειρὶ ἐχθρῶν, τὸ ἁγίασμα ἐν χειρὶ ἀλλοτρίων ἐγένετο ὁ ναὸς αὐτῆς ὡς ἀνὴρ ἔνδοξος· τὰ σκεύη τῆς δόξης αἰχμάλωτα ἀπήχθη· ἀπεκτάνθη τὰ νήπια αὐτῆς ἐν ταῖς πλατείαις αὐτῆς, οἱ νεανίσκοι αὐτῆς ἐν ῥομφαίᾳ ἐχθροῦ. ποῖον ἔθνος οὐκ ἐκληρονόμησεν βασίλεια καὶ οὐκ ἐκράτησεν τῶν σκύλων αὐτῆς; πᾶς ὁ κόσμος αὐτῆς ἀφῃρέθη· ἀντὶ ἐλευθέρας ἐγενήθη εἰς δούλην. καὶ ἰδοὺ τὰ ἅγια ἡμῶν καὶ ἡ καλλονὴ ἡμῶν καὶ ἡ δόξα ἡμῶν ἠρημώθη. καὶ ἐβεβήλωσαν αὐτὰ ἔθνη· ἵνα τί ἡμῖν ἔτι ζῆν καὶ διέρρηξεν Ματταθίας καὶ οἱ υἱοὶ αὐτοῦ τὰ ἱμάτια αὐτῶν, καὶ περιεβάλοντο σάκκους, καὶ ἐπένθησαν σφόδρα. Καὶ ἦλθον οἱ παρὰ τοῦ βασιλέως οἱ καταναγκάζοντες τὴν ἀποστασίαν εἰς Μωδεεὶν τὴν πόλιν, ἴνα θυσιάσωσιν. καὶ πολλοὶ ἀπὸ Ἰσραὴλ πρὸς αὐτοὺς προσῆλθαν· καὶ Ματταθίας καὶ οἱ υἱοὶ αὐτοῦ συνήχθησαν. καὶ ἀπεκρίθησαν οἱ παρὰ τοῦ βασιλέως καὶ εἶπαν τῷ Ματταθίᾳ λέγοντες Ἄρχων καὶ ἔνδοξος καὶ μέγας εἶ ἐν τῇ πόλει ταύτῃ, καὶ ἐστηριγμένος ἐν υἱοῖς καὶ ἀδελφοῖς. νῦν πρόσελθε πρῶτος, καὶ ποίησον τὸ πρόσταγμα τοῦ βασιλέως, ὡς ἐποίησαν πάντα τὰ ἔθνη, καὶ οἱ ἄρχοντες Ἰούδα, καὶ οἱ καταλειφθέντες ἐν Ἰερουσαλήμ· καὶ ἔσῃ σὺ καὶ ὁ οἵκός σου τῶν φίλων τοῦ βασιλέως· καὶ σὺ καὶ οἱ υἱοί σου δοξασθήσεσθε ἀργυρίῳ καὶ χρυσίῳ καὶ ἀποστολαῖς πολλαῖς.