Ancient Greek · ~7 min
2.19 to 2.35
Septuaginta, Machabaeorum I 2.19-35
Not analysed yet
καὶ ἀπεκρίθη Ματταθίας καὶ εἶπεν φωνῇ μεγάλῃ Εἰ πάντα τὰ ἔθνη τὰ ἐν οἴκῳ τῆς βασιλείας τοῦ βασιλέως ἀκούουσιν αὐτοῦ, ἀποστῆναι ἕκαστος ἀπὸ λατρίας πατέρων αὐτοῦ, καὶ ἡρετίσαντο ἐν ταῖς ἐντολαῖς αὐτοῦ· κἀγὼ καὶ οἱ υἱοί μου καὶ οἱ ἀδελφοί μου πορευσώμεθα ἐν διαθήκῃ πατέρων ἡμῶν. ἵλεως ἡμῖν καταλείπειν νόμον καὶ δικαιώματα. τὸν νόμον τοῦ βασιλέως οὐκ ἀκουσόμεθα, παρελθεῖν τὴν λατρίαν ἡμῶν δεξιὰν ἡ ἀριστεράν. Καὶ ὡς ἐπαύσατο λαλῶν τοὺς λόγους τούτους, προσῆλθεν ἀνήρ Ἰουδαῖος ἐν ὀφθαλμοῖς πάντων, θυμιᾶσαι ἐπὶ τοῦ βωμοῦ ἐν Μωδεεὶμ κατὰ τὸ πρόσταγμα τοῦ βασιλέως. καὶ ὄιν Ματταθίας καὶ ἐζήλωσεν, καὶ ἐτρόμησαν οἱ νεφροὶ αὐτοῦ, καὶ ἀνήνεγκεν θυμὸν κατὰ τὸ κρίμα, καὶ δραμὼν ἔσφαξεν αὐτὸν ἐπὶ τὸν βωμόν. καὶ τὸν ἄνδρα τοῦ βασιλέως τὸν ἀναγκάζοντα θύειν ἀπέκτεινεν ἐν τῷ καιρῷ ἐκείνῳ, καὶ τὸν βωμὸν καθεῖλεν, καὶ ἐζήλωσεν τῷ νόμῳ, καθὼς ἐποίησεν Φινεὼς τῷ Ζαμβρὶ υἱῷ Σαλώμ. καὶ ἀνέκραξεν Ματταθίας ἐν τῇ πόλει φωνῇ μεγάλῃ, λέγων Πᾶς ὁ ζηλῶν τῷ νόμῳ καὶ ἱστῶν διαθήκην, ἐξελθέτω ὀπίσω μου. καὶ ἔφυγον αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ εἰς τὰ ὄρη, καὶ ἐνκατέλειπον ὅσα εἶχον ἐν τῇ πόλει. Τότε κατέβησαν πολλοὶ ζητοῦντες δικαιοσύνην καὶ κρίμα εἰς τὴν ἔρημον καθίσαι ἐκεῖ, αὐτοὶ καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ κτήνη αὐτῶν· ὅτι ἐσκληρύνθη ἐπʼ αὐτοὺς τὰ κακά. καὶ ἀνηγγέλη τοῖς ἀνδράσιν τοῦ βασιλέως καὶ ταῖς δυνάμεσιν αἳ ἦσαν ἐν Ἰερουσαλὴμ πόλει Δαυείδ, ὅτι κατέβησαν ἄνδρες, οἵτινες διεσκέδασαν τὴν ἐντολὴν τοῦ βασιλέως, εἰς τοὺς κρυφοὺς ἐν τῇ ἐρήμῳ. καὶ ἔδραμον ὀπίσω αὐτῶν πολλοί, καὶ καταλαβόντες αὐτοὺς παρενέβαλον ἐπ᾿ αὐτηύς, καὶ συνεστείλαντο πρὸς αὐτοὺς πόλεμον ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων· καὶ εἶπαν πρὸς αὐτοὺς Ἕως τοῦ νῦν· ἐξελθόντες ποιήσατε κατὰ τὸν λόγον τοῦ βασιλέως, καὶ ζήσεοθε. καὶ εἶπαν Οὐκ ἐξελευσόμεθα, οὐδὲ ποιήσομεν τὸν λόγον τοῦ βασιλέως, βεβηλῶσαι τὴν ἡμέραν τῶν σαββάτων. καὶ ἐτάχυναν ἐπʼ αὐτοὺς πόλεμον.