Ancient Greek · ~7 min
2.36 to 2.50
Septuaginta, Machabaeorum I 2.36-50
Not analysed yet
καὶ οὐκ ἀπεκρίθησαν αὐτοῖς, οὐδὲ λίθον ἐνετίναξον αὐτοῖς, οὐδὲ ἐνέφραξαν τοὺς κρυφούς, λέγοντες Ἀποθάνωμεν οἱ πάντες ἐν τῆ ἁπλότητι ἡμῶν· μαρτυρεῖ ἐφʼ ἡμᾶς ὁ οὐρανὸς καὶ ἡ γῆ ὅτι ἀκρίτως ἀπόλλυτε ἡμᾶς. καὶ ἀνέστησαν ἐπʼ αὐτοὺς ἐν τῷ πολέμῳ τοῖς σάββασιν· καὶ ἀπέθανον αὐτοὶ καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ τέκνα αὐτῶν καὶ τὰ κτήνη αὐτῶν, ἕως χιλίων ψυχῶν ἀνθράπων. Καὶ ἔγνω Ματταθίας καὶ οἱ φίλοι αὐτοῦ, καὶ ἐπένθησαν ἐπʼ αὐτοὺς ἕως σφόδρα. καὶ εἶπεν ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ Ἐὰν πάντες ποιήσωμεν ὡς οἱ ἀδελφοὶ ἡμῶν ἐποίησαν, καὶ μὴ πολεμήσωμεν εἰς τὰ ἔθνη ὑπὲρ τῆς ψυχῆς ἡμῶν καὶ τῶν δικαιωμάτων ἡμῶν, νῦν τάχιον ἡμᾶς ὀλεθρεύσουσιν ἀπὸ τῆς γῆς. καὶ ἐβουλεύσαντο τῇ ἡμέρᾳ ἐκείνῃ, λέγοντες Πᾶς ἄνθρωπος ὃς ἐὰν ἔλθῃ πρὸς ἡμᾶς εἰς πόλεμον τῇ ἡμέρᾳ τῶν σαββάτων, πολεμήσωμεν κατέναντι αὐτοῦ, καὶ οὐ μὴ ἀποθάνωμεν πάντες καθὼς ἀπέθανον οἱ ἀδελφοὶ ἡμῶν ἐν τοῖς κρυφοῖς. τότε συνήχθησαν πρὸς αὐτοὺς συναγωγὴ Ἁσιδαίων, ἰσχυρᾷ δυνάμει ἀπὸ Ἰσραήλ, πᾶς ὁ ἑκουσιαζόμενος τῷ νόμῳ. καὶ πάντες οἱ φυγαδεύοντες ἀπὸ τῶν κακῶν προσετέθησαν αὐτοῖς, καὶ ἐγένοντο αὐτοῖς εἰς στήριγμα. καὶ συνεστήσαντο δύναμιν, καὶ ἐπάταξαν ἁμαρτωλοὺς ἐν ὀργῇ αὐτῶν, καὶ ἄνδρας ἀνόμους ἐν θυμῷ αὐτῶν· καὶ οἱ λοιποὶ ἔφυγον εἰς τὰ ἔθνη σωθῆναι. καὶ ἐκύκλωσεν Ματταθίας καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ καθεῖλον τοὺς βωμοὺς αὐτῶν, καὶ περιέτεμον τὰ παιδάρια τὰ ἀπερίτμητα ὅσα εὗρεν ἐν ὁρίοις Ἰσραὴλ ἐν ἰσχύι. καὶ ἐδίωξαν τοὺς υἱοὺς τῆς ὑπερηφανίας, καὶ κατευοδώθη τὸ ἔργον ἐν χειρὶ αὐτῶν. καὶ ἀντελάβοντο τοῦ νόμου ἐκ χειρὸς τῶν ἐθνῶν καὶ ἐκ χειρὸς τῶν βασιλέων, καὶ οὐκ ἔδωκαν κέρας τῷ ἁμαρτωλῷ. Καὶ ἤγγισαν αἱ ἡμέραι τοῦ Ματταθίου ἀποθανεῖν, καὶ εἶπεν τοῖς υἱοῖς αὐτοῦ Νῦν ἐστηρίχθη ὑπερηφανία καὶ ἐλέγμὸς καὶ καιρὸς καταστροφῆς καὶ ὀργὴ θυμοῦ. καὶ νῦν, τέκνα, ζηλώσατε τῷ νόμῳ, καὶ δότε τὰς ψυχὰς ὑμῶν ὑπὲρ διαθήκης πατέρων ἡμῶν.