Ancient Greek · ~7 min
5.1 to 5.14
Septuaginta, Machabaeorum I 5.1-14
Not analysed yet
Καὶ ἐγένετο ὅτε ἤκουσαν τὰ ἔθνη κυκλόθεν ὅτι ᾠκοδομήθη τὸ θυσιαστήριον καὶ ἐνεκαινίσθη τὸ ἁγίασμα ὡς τὸ πρότερον, καὶ ὠργίσθη σφόδρα. καὶ ἐβουλεύσαντο τοῦ ἆραι τὸ γένος Ἰακὼβ τοὺς ὄντας ἐν μέσῳ αὐτῶν, καὶ ἤρξαντο τοῦ θανατοῦν ἐν τῷ λαῷ καὶ ἐξαίρειν. καὶ ἐπολέμει Ἰούδας πρὸς τοὺς υἱοὺς Ἠσαὺ ἐν τῇ Ἰοδαίᾳ τὴν Ἀκραβαττήνην, ὅτι περιεκάθηντο τὸν Ἰσραήλ· καὶ ἐπάταξεν αὐτοὺς πληγὴν μεγάλην, καὶ συνέστειλεν αὐτούς, καὶ ἔλαβεν τὰ σκῦλα αὐτῶν. καὶ ἐμνήσθη τῆς κακίας υἱῶν Βαιάν, οἳ ἦσαν τῷ λαῷ εἰς παγίδα καὶ εἰς σκάνδαλον ἐν τῷ ἐνεδρεύειν αὐτοὺς ἐν ταῖς ὁδοῖς. καὶ διεκλείσθησαν ὑπʼ αὐτοῦ εἰς τοὺς πύργους, καὶ παρέβαλεν ἐπʼ αὐτούς, καὶ ἀνεθεμάτισεν αὐτούς, καὶ ἐνεπύρισεν τοὺς πύργους αὐτῆς ἐν πυρὶ σὺν πᾶσιν τοῖς ἐνοῦσιν. καὶ διεπέρασεν. ἐπὶ τοὺς υἱοὺς Ἀμμών, καὶ εὗρεν χεῖρα κραταιὰν καὶ λαὸν πολύν, καὶ Τιμόθεον ἡγούμενον αὐτῶν. καὶ συνῆψεν πρὸς αὐτοὺς πολέμους πολλούς, καὶ συνετρίβησαν πρὸ προσώπου αὐτοῦ, καὶ ἐπάταξεν αὐτοὺς. καὶ προκατέλαβε τὴν Ἰάζην καὶ τὰς θυγατέρας αὐτῆς, καὶ ἀνέστρεψεν εἰς τὴν Ἰουδαίαν. Καὶ ἐπισυνήχθησαν τὰ ἔθνη τὰ ἐν τῇ Γαλααδίτιδι ἐπὶ τὸν Ἰσραὴλ τοὺς ὄντας ἐπὶ τοῖς ὁρίοις αὐτῶν τοῦ ἐξᾶραι αὐτούς· καὶ ἔφυγον εἰς Δάθεμα τὸ ὀχύρωμα. καὶ ἀπέστειλαν γράμματα πρὸς Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, λέγοντες Ἐπισυνηγμένα ἐστὶν ἐφʼ ἡμᾶς τὰ ἔθνη τὰ κύκλῳ ἡμῶν τοῦ ἐξᾶραι ἡμᾶς, καὶ ἑτοιμάζοντες ἐλθεῖν καὶ προκαταλαβέσθαι τὸ ὀχύρωμα εἰς ὃ κατεφύγομεν· καὶ Τιμόθεος ἡγεῖται τῆς παρεμβολῆς αὐτῶν. νῦν οὖν ἐλθὼν ἐξελοῦ ἡμᾶς ἐκ χειρὸς αὐτῶν, ὅτι πέπτωκεν ἐξ ἡμῶν πλῆθος. καὶ πάντες οἱ ἀδελφοὶ ἡμῶν οἱ ὄντες ἐν τοῖς Τονβίου τεθανάτωνται, καὶ αἰχμαλωτίκασι τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν καὶ τὴν ἀποσκευήν, καὶ ἀπώλεσαν ἐκεῖ ὡς μίαν χιλιάδα ἀνδρῶν. Ἔτι αἱ ἐπιστολαὶ ἀνεγινώσκοντο, καὶ ἰδοὺ ἄγγελοι ἕτεροι παρεγένοντο ἐκ τῆς Γαλιλαίας διερρηχότες τὰ ἱμάτια, ἀπαγγέλλοντες κατὰ τὰ ῥήματα ταῦτα,