Ancient Greek · ~7 min
5.15 to 5.27
Septuaginta, Machabaeorum I 5.15-27
Not analysed yet
λέγοντες Ἐπισυνήχθη ἐπʼ αὐτοὺς ἐκ Πτολεμαίδος καὶ Τύρου καὶ Σιδῶνος καὶ πᾶσα Γαλιλαίᾳ ἀλλοφύλων, τοῦ ἐξαναλῶσαι ἡμᾶς. Ὡς δὲ ἤκουσεν Ἰούδας καὶ ὁ λαὸς τοὺς λόγους τούτους, ἐπισυνήχθη ἐκκλησία μεγάλη βουλεύεσθαι τί ποιήσωσιν τοῖς ἀδελφοῖς αὐτῶν τοῖς οὖσιν ἐν θλίψει καὶ πολεμουμένοις ὑπʼ αὐτοῦ. καὶ εἶπεν Ἰούδας Σίμωνι τῷ ἀδελφῷ αὐτοῦ Ἐπίλεξον σεαυτῷ ἄνδρας. καὶ πορεύου καὶ ῥῦσαι τοὺς ἀδελφούς σου ἐν τῇ Γαλιλαία· ἐγὼ δὲ καὶ Ἰωναθὰν ὁ ἀδελφός μου πορευσόμεθα εἰς τὴν Γαλααδῖτιν. καὶ κατέλειπεν Ἰώσηφον τὸν τοῦ Ζαχαρίου καὶ Ἀζαρίαν ἡγούμενον τοῦ λαοῦ μετὰ τῶν ἐπιλοίπων τῆς δυνάμεως ἐν τῇ Ἰουδαίᾳ εἰς τήρησιν· καὶ ἐνετείλατο αὐτοῖς λέγων ΙΙρόστητε τοῦ λαοῦ τούτου, καὶ μὴ συνάψητε πόλεμον πρὸς τὰ ἔθνη ἕως τοῦ ἐπιστρέψαι ἡμᾶς. καὶ ἐμερίσθησαν Σίμωνι ἄνδρες τρισχίλιοι τοῦ πορευθῆναι εἰς τὴν Γαλιλαίαν, Ἰούδᾳ δὲ ἄνδρες ὀκτακισχίλιοι εἰς τὴν Γαλααδῖτιν. Καὶ ἐπορεύθη Σίμων εἰς τὴν Γαλιλαίαν, καὶ συνῆψεν πολέμους πολλοὺς πρὸς τὰ ἔθνη· καὶ συνετρίβη τὰ ἔθνη ἀπὸ προσώπου αὐτοῦ. καὶ ἐδίωξεν αὐτοὺς ἕως τῶν πόλεων Πτολεμαίδος· καὶ ἔπεσον ἐκ τῶν ἐθνῶν εἰς τρισχιλίους ἄνδρας, καὶ ἔλαβεν τὰ σκῦλα αὐτῶν. καὶ παρέλαβεν αὐτοὺς ἐκ τῆς Γαλιλαίας καὶ ἐν Ἀρβάκτοις σὺν ταῖς γυναιξὶν καὶ τοῖς τέκνοις, καὶ πάντα ὅσα ἦν αὐτοῖς, καὶ ἤγαγον εἰς τὴν Ἰουδαίαν μετʼ εὐφροσύνης μεγάλης. Καὶ Ἰούδας ὁ Μακκαβαῖος καὶ Ἰωναθὰν ὁ ἀδελφὸς αὐτοῦ διέβησαν τὸν Ἰορδάνην, καὶ ἐπορεύθησαν ὁδὸν τριῶν ἡμερῶν ἐν τῇ ἐρήμῳ. καὶ συνήντησαν τοῖς Ναβαταίοις, καὶ ἀπήντησαν αὐτοῖς εἰρηνικῶς, καὶ διηγήσαντο αὐτοῖς ἅπαντα τὰ συμβεβηκότα τοῖς ἀδελφοῖς αὐτῶν ἐν τῇ Γαλααδίτιδι· καὶ ὅτι πολλοὶ ἐξ αὐτῶν συνειλημμένοι εἰσὶν εἰς Βοσσορὰ καὶ Βοσσόρ, ἐν Ἀλάμοις, Κασφώρ, Μακέβ, καὶ Καρνέιν· πᾶσαι αἱ πόλεις αὗται ὀχυραὶ καὶ μεγάλαι. καὶ ἐν ταῖς λοιπαῖς πόλεσιν τῆς Γαλααδίτιδος εἰσὶν συνειλημμένοι· εἰς αὔριον τάσσονται παρεμβαλεῖν ἐπὶ τὰ ὀχυρώματα, καὶ καταλαβέσθαι καὶ ἐξᾶραι πάντας αὐτοὺς ἐν ἡμέρᾳ μιᾷ.