Ancient Greek · ~7 min
5.28 to 5.41
Septuaginta, Machabaeorum I 5.28-41
Not analysed yet
καὶ ἀπέστρεψεν Ἰούδας καὶ ἡ παρεμβολὴ αὐτοῦ ὁδὸν εἰς τὴν ἔρημον εἰς Βοσὸρ ἄφνω· καὶ κατελάβετο τὴν πόλιν, καὶ ἀπέκτεινεν πᾶν ἀρσενικὸν ἐν στόματι ῥομφαίας, καὶ ἔλαβεν πάντα τὰ σκῦλα αὐτῶν, καὶ ἐνέπρησεν αὐτὴν πυρί καὶ ἀπῆρεν ἐκεῖθεν νυκτός, καὶ ἐπορεύετο ἕως ἐπὶ τὸ ὀχύρωμα. καὶ ἐγένετο ἑωθινή, καὶ ἦραν τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ ἰδοὺ λαὸς πολὺς οὗ οὐκ ἦν ἀριθμός, αἴροντες κλίμακας καὶ μηχανὰς καταλαβέσθαι τὸ ὀχύρωμα· καὶ ἐπολέμουν αὐτούς. καὶ ἴδεν Ἰούδας ὅτι ἦρκται ὁ πόλεμος, καὶ ἡ κραυγὴ τῆς πόλεως ἀνέβη ἕως οὐρανοῦ σάλπιγξιν καὶ κραυγῇ μεγάλῃ· καὶ εἶπεν τοῖς ἀνδράσιν τῆς δυνάμεως Πολεμήσατε σήμερον ὑπὲρ τῶν ἀδελφῶν ἡμῶν. καὶ ἐξῆλθεν ἐν τρισὶν ἀρχαῖς ἐξόπισθεν αὐτῶν· καὶ ἐσάλπισεν ταῖς σάλπιγξιν, καὶ ἐβόησαν ἐν προσευχῆ. καὶ ἐπέγνω ἡ παρεμβολὴ Τιμοθέου ὅτι ὁ Μακκαβαός ἐστιν, καὶ ἔφυγον ἀπὸ προσώπου αὐτοῦ, καὶ ἐπάταξεν αὐτοὺς πληγῇ μεγάλῃ· καὶ ἔπεσον ἐξ αὐτῶν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ εἰς ὀκτακισχιλίους ἄνδρας. καὶ ἀπέκλινεν εἰς Μααφὰ καὶ ἐπολέμησεν αὐτήν, καὶ κατελάβετο αὐτὴν καὶ ἀπέκτεινεν πᾶν ἀρσενικὸν αὐτῆς, καὶ ἔλαβεν τὰ σκῦλα αὐτῆς, καὶ ἐνέπρησει αὐτὴν ἐν πυρί. ἐκεῖθεν ἀπῆρεν καὶ προκατελάβετο τὴν Χασφώθ, Μακέδ, Βοσόρ, καὶ τὰς λοιπὰς πόλεις τῆς Γαλααδίτιδος. δὲ τὰ ῥήματα ταῦτα συνήγαγεν Τιμόθεος παρεμβολὴν ἄλλην, καὶ παρενέβαλεν κατὰ πρόσωπον Ῥαφὼν ἐκ πέραν τοῦ χειμάρρου. καὶ ἀπέστειλεν Ἰούδας κατασκοπῆσαι τὴν παρεμβολήν· καὶ ἀπήγγειλαν αὐτῷ λέγοντες Ἐπισυνηγμένοι εἰσὶν πρὸς αὐτοὺς πάντα τὰ ἔθνη τὰ κύκλῳ ὑμῶν, δύναμις πολλὴ σφόδρα. καὶ Ἄραβες μεμίσθωνται εἰς βοήθειαν αὐτοῖς, καὶ παρεμβάλλουσιν πέραν τοῦ χειμάρρου, ἕτοιμοι τοῦ ἐλθεῖν ἐπὶ σέ εἰς πόλεμον. καὶ ἐπορεύθη Ἰούδας εἰς συνάντησιν αὐτῶν. καὶ εἶπεν Τιμόθεος τοῖς ἄρχουσιν τῆς δυνάμεως αὐτοῦ ἐν τῷ ἐγγίζειν Ἰούδαν καὶ τὴν παρεμβυλὴν αὐτοῦ ἐπὶ τὸν χειμάρρουν τοῦ ὕδατος Ἐὰν διαβῇ πρὸς ἡμᾶς πρότερος, οὐ δυνησόμεθα ὑποστῆναι αὐτόν, ὅτι δυνάμενος δυνήσεται πρὸς ἡμᾶς. ἐὰν δὲ δειλωθῇ καὶ παρεμβάλῃ πέραν τοῦ ποταμοῦ, διαπεράσομεν πρὸς αὐτόν.