Ancient Greek · ~7 min
6.14 to 6.30
Septuaginta, Machabaeorum I 6.14-30
Not analysed yet
καὶ ἐκάλεσεν Φίλιππον ἕνα τῶν φίλων αὐτοῦ, καὶ κατέστησεν αὐτὸν ἐπὶ πάσης τῆς βασιλείας αὐτοῦ. καὶ ἔδωκεν αὐτῷ τὸ διάδημα καὶ τὴν στολὴν αὐτοῦ καὶ τὸν δακτύλιον, τοῦ ἀγαγεῖν Ἀντίοχον τὸν υἱὸν αὐτοῦ καὶ ἐκθρέψαι αὐτὸν τοῦ βασιλεύειν. καὶ ἀπέθανεν ἐκεῖ Ἀντίοχος ὁ βασιλεύς, ἔτους ἐνάτου καὶ τεσσερακοστοῦ καὶ ἑκατοστοῦ. καὶ ἐπέγνω Λυσίας ὅτι τέθνηκεν ὁ βασιλεύς, καὶ κατέστησεν βασιλεύειν Ἀντίοχον τὸν υἱὸν αὐτοῦ ἀντʼ αὐτοῦ ὃν ἐξέθρεψεν νεώτερον, καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ, Εὐπάτωρ. Καὶ οἱ ἐκ τῆς ἄκρας ἦσαν συγκλείοντες τὸν Ἰσραὴλ κύκλῳ τῶν ἁγίων, καὶ ζητοῦντες κακὰ δι᾿ ὅλου καὶ στήρισμα τοῖς ἔθνεσιν. καὶ ἐλογίσατο Ἰούδας ἐξᾶραι αὐτούς· καὶ ἐξεκκλησίασεν πάντα τὸν λαὸν τοῦ περικαθίσαι ἐπʼ αὐτοὺς ἔτους πεντηκοστοῦ καὶ ἑκατοστοῦ· καὶ ἐποίησεν ἐπʼ αὐτοὺς βελοστασίας καὶ μηχανάς. καὶ ἐξῆλθον ἐξ αὐτοῦ ἐκ τοῦ συνκλεισμοῦ, καὶ ἐκολλήθησαν αὐτοῖς τινὲς τῶν ἀσεβῶν ἐξ Ἰσραήλ. καὶ ἐπορεύθησαν πρὸς τὸν βασιλέα καὶ εἶπαν Ἕως πότε οὐ ποιήσεις κρίσιν, καὶ ἐκδικήσεις τοὺς ἀδελφοὺς ἡμῶν ; ἡμεῖς εὐδοκοῦμεν δουλεύειν τῷ πατρί σου, καὶ πορεύεσθαι τοῖς ὑπʼ αὐτοῦ λεγομένοις, καὶ κατακολουθεῖν τοῖς προστάγμασιν αὐτοῦ· ὅτι οἱ τοῦ λαοῦ ἡμῶν χάριν τούτου ἠλλοτριοῦντο ἀφʼ ἡμῶν· πλὴν ὅσοι εὑρίσκοντο ἀφʼ ἡμῶν ἐθανατοῦντο, καὶ αἱ κληρονομίαι ἡμῶν διηρπάζοντο. καὶ οὐκ ἐφʼ ἡμᾶς μόνον ἐξέτειναν χεῖρα, ἀλλὰ καὶ ἐπὶ πάντα τὰ ὅρια αὐτῶν. καὶ ἰδοὺ παρεμβεβλήκασι σήμερον ἐπὶ τὴν ἄκραν ἐν Ἰερουσαλήμ, τοῦ καταλαβέσθαι αὐτὴν καὶ τὸ ἁγίασμα, καὶ τὴν Βεθσούραν ὀχύρωσαν. καὶ ἐὰν μὴ προκαταλάβῃ αὐτοὺς διὰ τάχους, μείζονα τούτων ποιήσουσιν, καὶ οὐ δυνήσει τοῦ κατασχεῖν αὐτῶν. Καὶ ὠργίσθη ὁ βασιλεύς, ὅτε ἤκουσεν· καὶ συνήγαγεν πάντας τοὺς φίλους αὐτοῦ, ἄρχοντας δυνάμεως αὐτοῦ, καὶ τοὺς ἐπὶ τῶν ἡνιῶν· καὶ ἀπὸ βασιλέων ἑτέρων καὶ ἀπὸ νήσων θαλασσῶν ἦλθον πρὸς αὐτὸν δυνάμεις μισθωταί. καὶ ἦν ὁ ἀριθμὸς τῶν δυνάμεων αὐτοῦ ἑκατὸν χιλιάδες πεζῶν, καὶ εἴκοσι χιλιάδες τῶν ἵππων, καὶ ἐλέφαντες δύο καὶ τριάκοντα εἰδότες πόλεμον.