Ancient Greek · ~7 min
6.31 to 6.43
Septuaginta, Machabaeorum I 6.31-43
Not analysed yet
καὶ ἤλθοσᾳν διὰ τῆς Ἰδουμαίας, καὶ παρενεβάλοσαν ἐπὶ Βεθσουρά, καὶ ἐπολέμησαν ἐπὶ ἡμέρας πολλάς, καὶ ἐποίησαν μηχανάς· καὶ ἐξῆλθαν καὶ ἐνεπύρισαν αὐτοὺς ἐν πυρί, καὶ ἐπολέμησαν ἀνδρωδῶς. καὶ ἀπῆρεν Ἰούδας ἀπὸ τῆς ἄκρας. καὶ παρενέβαλεν εἰς Βεθζαχαριά, ἀπέναντι τῆς παρεμβολῆς τοῦ βασιλέως. καὶ ὤρθρισεν ὁ βασιλεὺς τὸ πρωί, καὶ ἀπῆρεν τὴν παρεμβολὴν ἐν ὁρμήματι αὐτῆς κατὰ τὴν ὁδὸν Βεθζαχαριά, καὶ διεσκευάσθησαν αἱ δυνάμεις εἰς τὸν πόλεμον, καὶ ἐσάλπισαν ταῖς σάλπιγξιν. καὶ τοῖς ἐλέφανσιν ἔδειξαν αἷμα σταφυλῆς καὶ μόρων, τοῦ παραστῆσαι αὐτοὺς εἰς τὸν πόλεμον. καὶ διεῖλον τὰ θηρία εἰς τὰς φάραγγας. καὶ παρέστησαν ἐφʼ ἑκάστῳ ἐλέφαντι χιλίους ἄνδρας τεθωρακισμένους ἐν ἁλυσιδαωτοῖς, καὶ περικεφαλαῖαι χαλκαῖ ἐπὶ τῶν κεφαλῶν αὐτῶν, καὶ πεντακοσία ἵππος διατεταγμένη ἑκάστῳ θηρίῳ ἐκλελεγμένη. οὗτοι πρὸ καιροῦ, οὗ ἂν ᾖ τὸ θηρίον, ἦσαν· καὶ οὗ ἂν ἐπορεύετο, ἐπορεύοντο ἅμα, οὐκ ἀφίσταντο ἐπʼ αὐτοῦ. καὶ πύργοι ξύλινοι ἐπʼ αὐτοὺς ὀχυροὶ σκεπαζόμενοι, ἐφʼ ἑκάστου θηρίου, ἐζωσμένοι ἐπʼ αὐτοὺς μηχαναῖς· καὶ ἐφʼ ἑκάστου ἄνδρες δύο καὶ τριάκοντα οἱ πολεμοῦντες ἐπʼ αὐτούς, καὶ ὁ Ἰνδὸς αὐτοῦ. καὶ τὴν ἐπίλοιπον ἵππον ἔνθεν καὶ ἔνθεν ἔστησεν ἐπὶ τὰ δύο μέρη τῆς παρεμβολῆς, κατασείοντες καὶ καταφρασσόμενοι ἐν ταῖς φάλαγξιν. ὡς δὲ ἔστιλβεν ὁ ἥλιος ἐπὶ τὰς χρυσᾶς ἀσπίδας, ἔστιλβεν τὰ ὄρη ἀπʼ αὐτῶν, καὶ κατηύγαζεν ὡς λαμπάδες πυρός. καὶ ἐξετάθη μέρος τι τῆς παρεμβολῆς τοῦ βασιλέως ἐπὶ τὰ ὑψηλὰ ὄρη, καί τινες ἐπὶ τὰ ταπεινά· καὶ ἤρχοντο ἀσφαλῶς καὶ τεταγμένως. καὶ ἐσαλεύοντο πάντες οἱ ἀκούοντες φωνῆς πλήθους αὐτῶν καὶ ὁδοιπσορίας τοῦ πλήθους καὶ συνκρουσμοὺς τῶν ὅπλων· ἦν γὰρ ἡ παρεμβολὴ μεγάλη σφόδρα καὶ ἰσχυρά. καὶ ἤγγισεν Ἰούδας καὶ ἡ παρεμβολὴ αὐτοῦ εἰς παράταξιν, καὶ ἔπεσαν ἀπὸ τῆς παρεμβολῆς τοῦ βασιλέως ἑξακόσιοι ἄνδρες. καὶ εἶδεν Ἐλεαζὰρ ὁ Σαυαρὰν ἓν τῶν θηρίων τεθωρακισμένον θώραξιν βασιλικοῖς, καὶ ἦν ὑπεράγον πάντα τὰ θηρία, καὶ ὤφθη ὅτι ἐν αὐτῷ ἐστιν ὁ βασιλεύς.