Ancient Greek · ~3 min
6.58 to 6.63
Septuaginta, Machabaeorum I 6.58-63
Not analysed yet
νῦν οὖν δῶμεν δεξιὰν τοῖς ἀνθρώποις τούτοις, καὶ ποιήσωμεν μετʼ αὐτῶν εἰρήνην, καὶ μετὰ παντὸς ἔθνους αὐτῶν· καὶ στήσωμεν αὐτοῖς τοῦ πορεύεσθαι τοῖς νομίμοις αὐτῶν, ὡς τὸ πρότερον· χάριν γὰρ τῶν νομίμων αὐτῶν, ὧν διεσκεδάσαμεν, ὠργίσθησαν καὶ ἐποίησαν ταῦτα πάντα. καὶ ἤρεσεν ὁ λόγος ἐναντίον τοῦ βασιλέως καὶ τῶν ἀρχόντων, καὶ ἀπέστειλεν πρὸς αὐτοὺς εἰρηνεῦσαι, καὶ ἐπεδέξαντο. καὶ ὤμοσεν αὐτοῖς ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες ἐπὶ τούτοις· ἐξῆλθεν ἐκ τοῦ ὀχυρώματος, καὶ εἰσῆλθεν ὁ βασιλεὺς εἰς τὸ ὄρος Σιών, καὶ ἴδεν τὸ ὀχύρωμα τοῦ τόπου· καὶ ἠθέτησεν τὸν ὁρκισμὸν ὃν ὤμοσεν, καὶ ἐνετείλατο καὶ καθεῖλεν τὸ τεῖχος κυκλόθεν. καὶ ἀπῆραν κατὰ σπουδὴν καὶ ἀπέστρεψεν εἰς Ἀντιοχίαν, καὶ εὗρεν Φίλιππον κυριεύοντα τῆς πόλεως, καὶ ἐπολέμησεν πρὸς αὐτόν, καὶ κατελάβετο τὴν πόλιν βίᾳ.