Ancient Greek · ~7 min
7.1 to 7.16
Septuaginta, Machabaeorum I 7.1-16
Not analysed yet
Ἔτους ἑνὸς καὶ πεντηκοστοῦ ἐξῆλθεν Δημήτριος ὁ τοῦ Σελεύκου ἐκ Ῥώμης, καὶ ἀνέβη σὺν ἀνδράσιν ὀλίγοις εἰς πόλιν παραθαλασσίαν, καὶ ἐβασίλευσεν ἐκεῖ. καὶ ἐγένετο ὡς εἰσεπορεύετο εἰς οἶκον βασιλείας πατέρων αὐτοῦ, συνέλαβον αἱ δυνάμεις τὸν Ἀντίοχον καὶ τὸν Λυσίαν ἀγαγεῖν αὐτοὺς αὐτῷ. καὶ ἐγνώσθη αὐτῷ τὸ πρᾶγμα καὶ εἰπεν Μή μοι δείξητε τὰ πρόσαωπα αὐτῶν. καὶ ἀπέκτειναν αὐτοὺς αἱ δυνάμεις, καὶ ἐκάθισεν Δημήτριος ἐπὶ θρόνου βασιλείας αὐτοῦ. καὶ ἦλθον πρὸς αὐτὸν πάντες ἄνδρες ἄνομοι καὶ ἀσεβεῖς ἐξ Ἰσραήλ, καὶ Ἄλκιμος ἡγεῖται αὐτῶν βουλόμενος ἱερατεύειν. καὶ κατηγόρησαν τοῦ λαοῦ πρὸς τὸν βασιλέα, λέγοντες Ἀπώλεσεν Ἰούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ πάντας τοὺς φίλους σου, καὶ ἡμᾶς ἐσκόρπισεν ἀπὸ τῆς γῆς ἡμῶν. νῦν οὖν ἀπόστειλον ἄνδρα ᾧ πιστεύεις, καὶ πορευθεὶς ἰδέτω τὴν ἐξολέθρευσιν ἅπασαν ἣν ἐποίησεν ἡμῖν καὶ τῇ χώρᾳ τοῦ βασιλέως, καὶ ἐκολάσατο αὐτοὺς καὶ πάντας τοὺς ἐπιβοηθοῦντας αὐτοῖς. Καὶ ἐπέλεξεν ὁ βασιλεὺς τὸν Βακχίδην τῶν φίλων τοῦ βασιλέως κυριεύοντα ἐν τῷ πέραν τοῦ ποταμοῦ καὶ μέγαν ἐν τῇ βασιλείᾳ καὶ πιστὸν τῷ βασιλεῖ· καὶ ἀπέστειλεν αὐτὸν καὶ Ἄλκιμον τὸν ἀσεβῆ, καὶ ἔστησαν αὐτῷ τὴν ἱερωσύνην, καὶ ἐνετείλατο αὐτῷ ποιῆσαι τὴν ἐκδίκησιν ἐν τοῖς υἱοῖς Ἰσραήλ. καὶ ἀπῆλθεν καὶ ἦλθεν μετὰ δυνάμεως πολλῆς εἰς γῆν Ἰούδα· καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Ἰούδαν καὶ πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ λόγοις εἰρηνικοῖς μετὰ δόλου. καὶ οὐ προσεῖχον τοῖς λόγοις αὐτῶν· ἴδον γὰρ ὅτι ἦλθον μετὰ δυνάμεως πολλῆς. καὶ ἐπισυνήχθησαν πρὸς Ἄλκιμον καὶ Βακχίδην συναγωγὴ γραμματέων, ἐκζητῆσαι δίκαια. καὶ πρῶτοι οἱ Ἁσιδαῖοι ἦσαν ἐν υἱοῖς Ἰσραήλ, καὶ ἐπεζήτουν παρʼ αὐτῶν εἰρήνην· εἶπαν γάρ Ἄνθρωπος ἱερεὺς ἐκ τοῦ σπέρματος Ἀαρὼν ἦλθεν ἐν ταῖς δυνάμεσιν, καὶ οὐκ ἀδικήσει ἡμᾶς. καὶ ἐλάλησεν μετʼ αὐτῶν εἰρηνικοὺς λόγους, καὶ ὤμοσεν αὐτοῖς λέγων Οὐκ ἐκζητήσομεν ὑμῖν κακόν, καὶ τοῖς φίλοις ὑμῶν. καὶ ἐνεπίστευσαν αὐτῷ, καὶ συνέλαβεν ἐξ αὐτῶν ἑξήκοντα ἄνδρας, καὶ ἀπέκτεινεν αὐτοὺς ἐν ἡμέρᾳ μιᾷ κατὰ τοὺς λόγους οὓς ἔγραψεν