Ancient Greek · ~7 min
9.32 to 9.45
Septuaginta, Machabaeorum I 9.32-45
Not analysed yet
Καὶ ἔγνω Βακχίδης, καὶ ἐζήτει αὐτὸν ἀποκτεῖναι. καὶ ἔγνω Ἰωναθὰν καὶ Σίμων ὁ ἀδελφὸς αὐτοῦ καὶ πάντες οἱ μετʼ αὐτοῦ, καὶ ἔφυγον εἰς τὴν ἔρημον Θεκῶε, καὶ παρενέβαλον ἐπὶ τὸ ὕδωρ λάκκου Ἀσφάλ. καὶ ἔγνω Βακχίδης τῇ ἡμέρᾳ τῶν σαββάτων, καὶ ἧλθεν αὐτὸς καὶ πᾶν τὸ στράτευμα αὐτοῦ πέραν τοῦ Ἰορδάνη. καὶ ἀπέστειλεν τὸν ἀδελφὸν αὐτοῦ ἡγούμενον τοῦ ὄχλου· καὶ παρεκάλεσεν τοὺς Ναβαταίους φίλους αὐτοῦ παραθέσθαι αὐτοῖς τὴν ἀποσκευὴν αὐτῶν τὴν πολλήν. καὶ ἐξῆλθον οἱ υἱοὶ Ἰαμβρεὶν ἐκ Μηδαβά, καὶ συνέλαβον Ἰωάννην καὶ πάντα ὅσα εἶχεν, καὶ ἀπῆλθον ἔχοντες. μετὰ δὲ τοὺς λόγους τούτους ἀπήγγειλαν Ἰωναθὰν καὶ Σίμωνι τῷ ἀδελφῷ αὐτοῦ ὅτι Υὁοὶ Ἰαμβρὶν ποιοῦσιν γάμον μέγαν, καὶ ἄγουσιν τὴν νύμφην ἀπὸ Ναδαβάθ, θυγατέρα ἑνὸς τῶν μεγάλων μεγιστάνων Χανάαν, μετὰ παραπομτπῆς μεγάλης. καὶ ἐμνήσθησαν Ἰωάννου τοῦ ἀδελφοῦ αὐτῶν, καὶ ἀνέβησαν καὶ ἐκρύβησαν ὑπὸ τὴν σκέπην τοῦ ὄρους. καὶ ἦραν τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ ἴδαν, καὶ ἰδοὺ θροῦς καὶ ἀποσκευὴ πολλή, καὶ ὁ νυμφίος ἐξῆλθεν καὶ οἱ φίλοι αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἰς συνάντησιν αὐτῶν μετὰ τυμπάνων καὶ μουσικῶν καὶ ὅπλων πολλῶν. καὶ ἐξανέστησαν ἐπʼ αὐτοὺς ἀπὸ τοῦ ἐνέδρου καὶ ἀπέκτειναν αὐτοὺς· καὶ ἔπεσαν τραυματίαι πολλοί, καὶ οἱ ἐπίλοιποι ἔφυγον εἰς τὸ ὄρος, καὶ ἔλαβον πάντα τὰ σκεύη αὐτῶν. καὶ μετεστράφη ὁ γάμος εἰς πένθος, καὶ φωνὴ μουσικῶν αὐτῶν εἰς θρῆνον. καὶ ἐξεδίκησαν τὴν ἐκδίκησιν αἵματος ἀδελφοῦ αὐτῶν, καὶ ἀπέστρεψαν εἰς τὸ ὄρος τοῦ Ἰορδάνου. Καὶ ἤκουσεν Βακχίδης, καὶ ἦλθεν τῇ ἡμέρᾳ τῶν σαβββάτων ἕως τῶ, κρηπίδων τοῦ Ἰορδάνου ἐν δυνάμει πολλῇ. καὶ εἶπεν Ἰωναθὰν τοῖς ἀδελφοῖς αὐτοῦ Ἀναστῶμεν νῦν καὶ πολεμήσωμεν ὑπὲρ τῶν ψυχῶν ἡμῶν· οὐ γάρ ἐστιν σήμερον ὡς ἐχθὲς καὶ τρίτην ἡμέραν. ἰδοὺ γὰρ ὁ πόλεμος ἐξ ἐναντίας ἡμῶν καὶ ἐξόπισθεν ἡμῶν· τὸ δὲ ὕδωρ τοῦ Ἰορδάνου ἔνθεν καὶ ἔνθεν καὶ ἕλος καὶ δρυμός. καὶ οὐκ ἔστιν τόπος τοῦ ἐκκλῖναι.