Ancient Greek · ~7 min
9.46 to 9.59
Septuaginta, Machabaeorum I 9.46-59
Not analysed yet
νῦν οὖν κεκράξατε εἰς οὐρανόν, ὅπως διασωθῆτε ἐκ χειρὸς ἐχθρῶν ἡμῶν. καὶ συνῆψεν ὁ πόλεμος· καὶ ἐξέτεινεν Ἰωναθὰν τὴν χεῖρα αὐτοῦ πατάξαι τὸν Βακχίδην, καὶ ἐξέκλινεν ἀπʼ αὐτοῦ εἰς τὰ ὀπίσω. καὶ ἐνεπήδησεν Ἰωναθὰν καὶ οἱ μετʼ αὐτοῦ εἰς τὸν Ἰορδάνην, καὶ διεκολύμβησαν εἰς τὸ πέραν· καὶ οὐ διέβησαν ἐπʼ αὐτοὺς τὸν Ἰορδάνην. καὶ διέπεσαν παρὰ Βακχίδα τῇ ἡμέρᾳ ἐκείνῃ εἰς χιλίους ἄνδρας. Καὶ ἀπέστρεψαν εἰς Ἰερουσαλήμ, καὶ ᾠκοδόμησαν πόλεις ἀχυρὰς ἐν τῇ Ἰουδαία, τὸ ὀχύρωμα τὸ ἐν Ἰεριχὼ καὶ τὴν Ἐμμαοὺμ καὶ τὴν Βεθωρὼν καὶ τὴν Βεθὴλ καὶ τὴν Θαμνάθα Φαραθὼν καὶ τὴν Τεφών, ἐν τείχεσιν ὑψηλοῖς καὶ πύλαις καὶ μοχλοῖς. καὶ ἔθεντο φρουρὰν ἐν αὐτοῖς τοῦ ἐχθραίνειν τῷ Ἰσραήλ. καὶ ὠχύρωσαν τὴν πόλιν καὶ Βεθσούραν καὶ Γαζάραν καὶ τὴν ἄκραν, καὶ ἔθεντο ἐν αὐταῖς δυνάμεις καὶ παραθέσεις βραωμάτων. καὶ ἔλαβον τοὺς υἱοὺς τῶν ἡγουμένων τῆς χώρας ὅμηρα, καὶ ἔθεντο αὐτοὺς ἐν τῇ ἄκρᾳ ἐν Ἰερουσαλὴμ ἐν φυλακῆ. Καὶ ἐν ἔτει τρίτῳ καὶ πεντηκοστῷ καὶ ἑκατοστῷ, τῷ μηνὶ τῷ δευτέρῳ, ἐπέταξεν Ἄλκιμος καθαιρεῖν τὸ τεῖχος τῆς αὐλῆς τῶν ἁγίων τῆς ἐσωτέρας, καὶ καθεῖλεν τὰ ἔργα τῶν προφητῶν, καὶ ἐνήρξατο τοῦ καθαιρεῖν. ἐν τῷ καιρῷ ἐκείνῳ ἐπλήγη Ἄλκιμος, καὶ ἐνεποδίσθη τὰ ἔργα αὐτοῦ, καὶ ἀπεφράγη τὸ στόμα αὐτοῦ, καὶ παρελύθη, καὶ οὐκ ἠδύνατο ἔτι λαλῆσαι λόγον καὶ ἐντείλασθαι περὶ τοῦ οἴκου αὐτοῦ. καὶ ἀπέθανεν Ἄλκιμος ἐν τῷ καιρῷ ἐκείνῃ μετὰ βασάνου μεγάλης. καὶ ἴδεν Βακχίδης ὅτι ἀπέθανεν Ἄλκιμος, καὶ ἀπέστρεψεν πρὸς τὸν βασιλέα, καὶ ἡσύχασεν ἡ γῆ Ἰούδα ἔτη δύο. Καὶ ἐβουλεύσαντο οἱ ἄνομοι πάντες λύγοντες Ἰδοὺ Ἰωναθὰν καὶ οἱ παρʼ αὐτοῦ ἐν ἡσυχίᾳ κατοικοῦσιν πεποιθότες· νῦν οὖν ἄξομεν τὸν Βακχίδην, καὶ συλλήμψεται αὐτοὺς πάντας ἐν νυκτὶ μιᾷ. καὶ πορευθέντες συνεβουλεύσαντο αὐτῷ.