Ancient Greek
16.17 to 16.25
Septuaginta, Machabaeorum IV 16.17-25
Not analysed yet
καὶ γὰρ αἰσχρὸν τὸν μὲν γέροντα τοῖτον ὑπομένειν τὰς διὰ τὴν εὐσέβειαν ἀλγηδόνας, ὑμᾶς δε τοὺς νεωτέρους καταπλαγῆναι τὰς βασάνους. ἀναμνήσθητε ὅτι διο τὸν θεὸν τοῦ κόσμου μετελάβετε, καὶ τοῦ βίου ἀπελαύσατε· καὶ διὰ τοῦτο ὀφίλετε πάντα πόνον ὑπομένειν διὰ τὸν θεόν. δι᾿ ὃν καὶ ὁ πατὴρ ἡμῶν Ἀβραὰμ ἔσπευδεν τὸν ἐθυοπάτορα υἱὸν σφαγιάσαι Ἰσαάκ, καὶ τὴν πατρῴαν χεῖρα ξιφηφόρον καταφερομένην ἐπʼ αὐτὸν ὁρῶν οὐκ ἔπτηξεν. καὶ Δανιὴλ ὁ δίκαιος εἰς λέοντας ἐβλήθη· καὶ Ἀνανίας καὶ Ἀζαρίας καὶ Μισαὴλ εἰς κάμινον πυρὸς ἀπεσφενδονήθησαν, καὶ ὑπέμειναν διὰ τὸν θεόν. καὶ ὑμεῖς οὗν τὴν αὐτὴν πίστιν πρὸς τὸν θεὸν ἔχοντες, μὴ χαλεπαίνητε· ἀλόγιστον γὰρ εἰδότας εὐσέβειαν μὴ ἀνθίστασθαι τοῖς πόνοις. Διὰ τούτων τῶν λόγων ἡ ἑπταμήταωρ ἕνα ἕκαστον τῶν υἱῶν παρακαλοῦσα ἔπεισε μᾶλλον ἀποθανεῖν, ἡ παραβῆναι τὴν ἐντολὴν τοῦ θεοῦ. ἔτι δὲ καὶ ταῦτα ἰδόντες ὅτι διὰ τὸν θεὸν ἀποθανόντες ζῶσιν τῷ θεῷ, ὥσπερ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, καὶ πάντες οἱ πατριάρχαι.