Ancient Greek · ~7 min
22.26 to 22.37
Septuaginta, Numeri 22.26-37
Not analysed yet
καὶ προσέθετο ὁ ἄγγελος τοῦ θεοῦ καὶ ἀπελθὼν ὑπέστη ἐν τόπῳ στενῷ, εἰς ὃν οὐκ ἦν ἐκκλῖναι δεξιὰν οὐδὲ ἀριστεράν. καὶ ἰδοῦσα ἡ ὄνος τὸν ἄγγελον τοῦ θεοῦ συνεκάθισεν ὑποκάτω Βαλααμ· καὶ ἐθυμώθη Βαλααμ καὶ ἔτυπτεν τὴν ὄνον τῇ ῥάβδῳ. καὶ ἤνοιξεν ὁ θεὸς τὸ στόμα τῆς ὄνου, καὶ λέγει τῷ Βαλααμ Τί ἐποίησά σοι ὅτι πέπαικάς με τοῦτο τρίτον; καὶ εἶπεν Βαλααμ τῇ ὄνῳ Ὅτι ἐμπέπαιχάς μοι· καὶ εἰ εἶχον μάχαιραν ἐν τῇ χειρί μου, ἤδη ἂν ἐξεκέντησά σε. καὶ λέγει ἡ ὄνος τῷ Βαλααμ Οὐκ ἐγὼ ἡ ὄνος σου, ἐφ’ ἧς ἐπέβαινες ἀπὸ νεότητός σου ἕως τῆς σήμερον ἡμέρας; μὴ ὑπεροράσει ὑπεριδοῦσα ἐποίησά σοι οὕτως; ὁ δὲ εἶπεν Οὐχί. ἀπεκάλυψεν δὲ ὁ θεὸς τοὺς ὀφθαλμοὺς Βαλααμ, καὶ ὁρᾷ τὸν ἄγγελον κυρίου ἀνθεστηκότα ἐν τῇ ὁδῷ καὶ τὴν μάχαιραν ἐσπασμένην ἐν τῇ χειρὶ αὐτοῦ καὶ κύψας προσεκύνησεν τῷ προσώπῳ αὐτοῦ. καὶ εἶπεν αὐτῷ ὁ ἄγγελος τοῦ θεοῦ Διὰ τί ἐπάταξας τὴν ὄνον σου τοῦτο τρίτον; καὶ ἰδοὺ ἐγὼ ἐξῆλθον εἰς διαβολήν σου, ὅτι οὐκ ἀστεία ἡ ὁδός σου ἐναντίον μου. καὶ ἰδοῦσά με ἡ ὄνος ἐξέκλινεν ἀπ’ ἐμοῦ τρίτον τοῦτο· καὶ εἰ μὴ ἐξέκλινεν, νῦν οὖν σὲ μὲν ἀπέκτεινα, ἐκείνην δὲ περιεποιησάμην. καὶ εἶπεν Βαλααμ τῷ ἀγγέλῳ κυρίου Ἡμάρτηκα, οὐ γὰρ ἠπιστάμην ὅτι σύ μοι ἀνθέστηκας ἐν τῇ ὁδῷ εἰς συνάντησιν· καὶ νῦν εἰ μή σοι ἀρέσκει, ἀποστραφήσομαι. καὶ εἶπεν ὁ ἄγγελος τοῦ θεοῦ πρὸς Βαλααμ Συμπορεύθητι μετὰ τῶν ἀνθρώπων· πλὴν τὸ ῥῆμα, ὃ ἐὰν εἴπω πρὸς σέ, τοῦτο φυλάξῃ λαλῆσαι. καὶ ἐπορεύθη Βαλααμ μετὰ τῶν ἀρχόντων Βαλακ. Καὶ ἀκούσας Βαλακ ὅτι ἥκει Βαλααμ, ἐξῆλθεν εἰς συνάντησιν αὐτῷ εἰς πόλιν Μωαβ, ἥ ἐστιν ἐπὶ τῶν ὁρίων Αρνων, ὅ ἐστιν ἐκ μέρους τῶν ὁρίων. καὶ εἶπεν Βαλακ πρὸς Βαλααμ Οὐχὶ ἀπέστειλα πρὸς σὲ καλέσαι σε; διὰ τί οὐκ ἤρχου πρός με; ὄντως οὐ δυνήσομαι τιμῆσαί σε;